LOCATIO
REI Lease of an upper room with a pigeon-cote ( August 3-12, AD 183 ) |
P. Oxy. VIII, 1127 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσεν
Ἀπολλώνιος Σώ-|σου τοῦ Σώσου ἀπ᾽
Ὀξυρύγχων πόλεως | Πουπλίῳ Οὐεττίῳ Διογένει εἰς ἔ-|τη τέσσαρα ἀπὸ νεομηνίας
Θὼθ | τοῦ εἰσιόντος κδ (ἔτους) τὸν ὑπερῷον τό-|πον τῆς ὑπαρχούσης αὐτῷ
ἐν | Μουχιν̣ὺρ οἰκίας καὶ ὃν ἔχει | ἐκεῖ περιστερεῶνα σὺν τῇ | τούτου
κλίμακι ξυλίνῃ, ἐνοι-|κίου καὶ φόρου τούτων κατ᾽
ἔτος | ἀργυρίου δραχμῶν ἑξήκοντα | ἀκινδύνων παντὸς κινδύνου. | βεβαιουμένης
δὲ τῆς μισθώ-|σεως χράσθω ὁ μεμισθωμένος | τῷ τ̣ε τόπῳ καὶ τῷ περιστερε-|ῶνι
ἐπὶ τὰ ἔτη τέσσαρα ἀκωλύ-|τως καὶ ἀποδότω τῷ μεμισ-|θωκότι τὸ ἐνοίκιον
κατ᾽
ἔτος | ἐν δόσεσι δυσὶ διὰ ἑξαμήνου | τὰς αἱρούσας δραχμὰς τριάκον-|τα ,
καὶ μετὰ τὸν χρόνον παρα-|δότω τὸν αὐτὸν τόπον καὶ τὸν περι-|στερεῶνα
ὡς ἐὰν παραλάβῃ | καὶ τὰς ἐπικειμένας θύρας δύο | κλεῖν μίαν ἧς δ᾽
ἂν μὴ παραδῷ | τὴν ἀξίαν, ὃ δ᾽
ἂν προσοφειλέ-|σῃ ἀποτεισάτω μεθ᾽
ἡμιολίας, | τῆς πράξεως γεινομένης ἔκ τε | αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων
| αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. | (ἔτους) κγ Αὐτοκράτορος Καίσαρος
| Μάρκου Αὐρηλίου Κομμόδου | Ἀντω̣νείνου Σεβαστοῦ Ἀρμενιακοῦ | Μηδικοῦ
Παρθικοῦ Σαρματικοῦ | Γερμανικοῦ Μεγίστου Μεσορὴ α̣[.]. ——
| (hand 2) Πούπλιος Οὐέττιος Διογέ-|νης μεμίσθωμαι τὸν
πε-|ριστερεῶνα καὶ τὸ<ν> ὑπ̣[ερῷ]-|ον τόπον καὶ ἀποδώσω [τὸ] |
καθ᾽
ἔτος ἐνοίκιον ὡς πρόκειται. |
|