LOCATIO
REI Lease of land ( October 27, AD 26 ) |
P. Oxy. VIII, 1124 ( Duke Data Bank of Documentary Papyri ). |
[ - ca. 11 - ].ν̣α.[ - ca. ? - ]
| νότον, ἀ̣[κίνδυν]ο̣ν δὲ τὸ ἀπότ̣α̣[κτον παντὸς κιν]-|δύνου. ἐ[ὰν]
δέ τι πραχθῇ ὁ με[μισ]θωμένος | εἰς τὸ δη[μ]όσιον ἢ εἰς ἄλλο τι [ὑπ]ὲρ
Διονυσίου | ἢ τῆς γῆ[ς, ὑ]πολογείτω ἀπὸ τοῦ ἀ[π]οτάκτου,
τῶν | [δὲ κα]ρ̣π̣[ῶν] κυριεύετω
Διονύσιος [κ]αὶ οἱ παρ᾽
αὐτοῦ | [ἕ]ω̣[ς ἂν τὸ ἀ]πότακτο[ν] κομίσηται. τῆς δὲ μισ-|θώσεως βεβαιουμέ[ν]ης
ἀποδότω ὁ μεμισθω-|μένος τῷ Διονυσίῳ [τ]ὸ ἀπότακτον ἐν τῷ Παῦνι | μηνὶ
τοῦ αὐτοῦ ἔτου[ς] ἐπὶ τῶν περὶ τὸ Τρύφωνος | Ἰσιεῖον ἅλ̣ω̣[ν] πυρὸν
νέο[ν] καθαρὸν ἄδολον ἄκριθον | μέτρωι τε[τρ]αχοινίκω[ι] Ἀμμων[ίο]υ
τοῦ Πτολεμαίου, | ἢ ἀποτισάτ[ω] αὐτῷ
τιμὴν ἑκάστη[ς] ἀρτάβης ἧς
ἐὰν | μὴ ἀποδ[ῷ ἀ]ργυρί[ου δ]ραχμὰς [.].., τ̣ῆ̣ς δ᾽
ἀπὸ | ξυλαμῆς κ̣[αὶ] ἐκφόρ[ιο]ν διπλοῦν, τοῦ δ᾽
ἐνκατα-|λιπεῖν τὴ[ν γε]ωργία[ν] χωρὶς τῶν προκειμένων | ἐπίτιμον ἀργ(υρίου)
(δραχμὰς) ἑκατὸ[ν] καὶ εἰς τὸ δημόσιον τὰς | ἴσας, καὶ ἡ π[ρ]ᾶξις
ἔστω Διονυσίῳ ἔκ τε τοῦ μεμισ-|θωμένου
[κ]αὶ ἐξ οὗ ἐ[ὰν] αἱρῆται καὶ ἐκ τῶν ὑπαρ-|χόντων
αὐτῷ πάντων, καθάπερ ἐκ δίκης. κυρία | ἡ μίσθωσ[ις]. (ἔτους) ιγ [Τι]βερίου
Καίσαρος Σεβαστοῦ Φαῶφι λ. | (hand 2)
Διονύσιος Θέωνος μεμίσθωκα καθότι πρόκειται. | ——
(ἔτους) ιγ Τ[ι]βερίου Καίσαρος Σεβαστοῦ Φαῶ(φι) λ. |
|