LOCATIO
REI Lease of ground-floor room ( July 26, AD 568 ) |
P. Oxy. VII, 1038 = Sel. Pap. I, 47 ( Duke Data Bank of Documentary Papyri ). |
r |
†
βασιλείας καὶ ὑπατίας | τοῦ θειοτάτου καὶ εὐσεβεστάτου | ἡμῶν δεσπότου
Φλαουίου | Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου | καὶ Αὐτοκράτορος ἔτους
γ | Μεσορὴ β ἰνδ(ικτίωνος) α. | Φλ(αουίᾳ) Εὐφημίᾳ τῇ ἐνδοξ(οτάτῃ) θυγατρὶ
| τοῦ τῆς ἐνδόξ(ου) μνήμης | Μουσαίου γεουχους καὶ ἐνταῦθα τῇ | λαμπρᾷ
Ὀξυρυγχιτῶν πόλει | διὰ σοῦ Φλ(αουίου)
Ἀναστασίου τοῦ περιβλ(έπτου) | αὐτῆς διοικ(ητοῦ)
καὶ σοῦ Ἱερημίου τοῦ | θαυμ(ασιωτάτου) ἐνοικολόγου Αὐρήλιος | Στέφανος
ἀρτοκ(όπος) υἱὸς Ἡρακλάμμωνο(ς) | μητρ(ὸς) Νόννας ἀπὸ τῆς αὐτῆς | πόλεως
χαίρειν. ἑκουσίως ἐπιδέχομαι | μισθώσασθαι ἀπὸ
νεομηνίας | τοῦ Θὼθ μηνὸς τῆς
σὺν θεῷ | δευτέρας ἰνδ(ικτίωνος) ἀπὸ τῶν ὑπαρχ(όντων) τῇ | ὑμῶν ἐνδοξ(ότητι)
ἀπὸ οἰκίας νευούσης | ἐπὶ νότον διακειμ(ένης) ἐπὶ ταύτης | τῆς πόλεως
ἐπ᾽
ἀμφόδου | τῆς ἁγίας Εὐφημίας ὁλόκληρ(ον) | ἐπίπεδον τόπον νεύοντα καὶ
| αὐτὸν ἐπὶ νότον σὺν χρηστηρίοις | πᾶσιν καὶ δικαίοις ἐξ ὅλης τῆς οἰκί[ας],
| καὶ τελέσω ὑπὲρ ἐνοικ(ίου) τούτου | ἐνιαυσίως κεράτια δέκα νομιτ(ευόμενα),
| γί(νεται) κερ(άτια) ι νομ(ιτευόμενα), ὅπερ ἐνοίκιον ἀπο-|δώσω κατ᾽
ἔτος δι᾽
ἑξαμήνου τὸ ἥμισυ, καὶ | ὁπόταν βουληθείης ἀντιπαραδώσω | τ̣ὴν
ἐ̣μ̣ὴν ομὴν τοῦ τόπου
ὡς καὶ παρείληφ(α). | κυρ(ία) ἡ μίσθ(ωσις) ἁπλ(ῆ)
γραφ(εῖσα) καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). | ——
Στέφανος υἱὸς Ἡρακλάμμωνος | στοιχεῖ
ἡμῖν ἡ παροῦσα μίσθ(ωσις) ὡ[ς] πρόκ(ειται).
| Ἰωάννης ἀξ(ιωθεὶς) ἔ̣[γρ(αψα)] ὑ̣(πὲρ) ἀγ̣ρ̣(αμμάτου) ὄ̣[ν]τ̣(ος).
| [†
di emu Ioannu ..]..... † |
v |
†
μίσθ(ωσις) Στεφάνου υἱοῦ Ἡρακλάμμωνος ἀπὸ τῆς Ὀξυρυγχ(ιτῶν) λόγ(ῳ) ἐνοικ(ίου)
κερ(ατίων) ι | νομιτ(ευομένων). |
|