LOCATIO
REI Lease for a house for two years at a yearly rent of 400 drachmas ( October 10, AD 272 ) |
P. Oxy. VII, 1036 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσαν
Τίτοι Μάλιοι Σερῆ-|νος καὶ Λέξανδρος ἀμφότεροι | Τίτου Μαλίου Ἡρακλᾶ
διὰ | τοῦ ἑνὸς Σερήνου | Αὐρη[λί]ῳ Ἡρακλήῳ Σαραπᾶ τ̣ο̣ῦ̣ | Μ̣ο̣.[.].ος
μητρὸς Στεφανοῦ-|τος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμ-|προτάτης Ὀξυρυγχειτῶν
| πόλεως ἐπὶ χρόνον ἔτη δύο |
ἀπὸ [το]ῦ Θὼθ τοῦ ἐνεστῶτος | δ̣ (ἔτους(?)) τῶν ὑπαρχόντων
αὐτοῦ | ἐν τῇ αὐτῇ πόλει ἐπ᾽
ἀμφό-|δ[ο]υ Παμμένους Παραδείσου | οἰκίαν καὶ αἴθριον
καὶ αὐ-|λὴν καὶ τὰ ταύτ[ης] χρη-|στήρια πάντα, π[λὴ]ν τόπου | ἑνὸς ὄντος
ὑπὸ τ[ὸ]ν [. - ca. ? - ]...νο̣(ν)
| καὶ τῶν ἐξ ἀπη[λιώ]του [τ]ῆς | οἰκίας οἰκοπέδ[ων], ἐνοικίου | κατ᾽
ἔτος ἀργυρίου [δρ]αχμῶν | τετρακοσίων , βεβαιουμέ-|νης δὲ τῆς μισθώσεως
| ἀποδότω ὁ μεμισθωμένος | τὸ κατ᾽
ἔτος ἐνοίκιον δι᾽
ἑξα-|μήνου τὸ ἥμισυ καὶ χράσθω | τῇ προκειμένῃ οἰκίᾳ | ἐπὶ [τὸ]ν χρόνον
ἀκωλύ-|τως, μεθ᾽
ὃν παραδ̣[ότω] | καθαρὰν ἀπὸ κοπρίων | καὶ δείσης πάσης καὶ ἃς ἐὰν |
παραλάβῃ θύρας καὶ κλε̣ῖδας, | γεινομένης τῆ[ς] πρ[άξε]ως | παρά τε
τοῦ με[μ]ισθωμένου | ὡς καθήκει. κυρί[α ἡ μί]σθωσις | περὶ ἧς ἀλλήλους
ἐπερωτή-|σαντες ἀλλήλοις ὡμολόγη-|σαν. (ἔτους) δ Αὐτοκράτορ[ο]ς | Καίσαρος
Λουκίου Δομιττίου | Αὐρηλιανοῦ Γ̣[ο]υ̣[νθ]ι̣κ̣οῦ | Μεγίστου Εὐ[σ]εβο[ῦς]
Εὐτυχοῦς | Ἀνεικήτου Σεβαστοῦ Φαῶφι ιγ.
| (hand 2) Αὐρήλιος Ἡράκλη[ος]
μεμί-|σθωμαι τὴν οἰκ[ί]αν καὶ ἀποδώ-|σω τὸ ἐνοίκιον ὡς πρόκ[ε]ιτ[α]ι,
| καὶ [ἐ]περωτηθεὶ[ς] ὡμολόγησα. | Αὐρήλιος Σερῆνος ἔγραψα | ὑπὲρ αὐτοῦ
μὴ εἰδότος γράμματα. |
|