LOCATIO
REI Lease of a cellar ( August 30, AD 235 ) |
P. Oxy. VI, 912 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσεν
Αὐρηλία Βησοῦς | Σαραπίωνος μητρὸς Σαραπιά-|δος ἀπ᾽
Ὀξυρύγχων πόλεως | μετὰ συνεστῶτος Αὐρηλίου | Θέωνος τοῦ καὶ Ἀσκληπιάδου
| Αὐρηλίῳ Πατύτι Πανούριος | ἀπὸ Μερμέρθων ἐπ᾽
ἐνιαυτὸ(ν) | ἕνα ἀπὸ α Θὼθ τοῦ εἰσιόντος β (ἔτους) | ἀφ᾽
ἧς καὶ αὐτὴ ἔχει ἐν μισθώσει | παρὰ Αὐρηλ(ίου) Ἰσιδώρου Χαιρήμονος |
ἐπ᾽ ἀμφόδου Νότου Κρηπῖδος | οἰκίας τὸ ἐνὸν
κατάγειον καὶ τὸν | ἐπάνω τῆς ἐξέδρας τόπον ἐνοι-|κίου τοῦ ἔτους ἀργυρίου
δραχμῶ(ν) | ἑξήκοντα . βεβαιουμένης δὲ τῆς | μισθώσεως χράσθω ὁ
μεμι-|σθωμένος τοῖς μισθουμένοις | αὐτῷ τόποις ἐπὶ τὸν χρόνον | ἀκωλύτως,
καὶ ἀποδότω τὸ ἐνοί-|κιον ἐν δόσεσι δυσὶ τοῦ ἔτους | δι᾽
ἑξαμήνου τὸ ἥμισυ ἀν-|υπερθέτως. μετὰ δὲ τὸν χρό-|νον παραδότω τοὺς
μισθου-|μένους αὐτῷ ὡς πρόκειται | τόπους καθαροὺς ἀπὸ κοπρίων | καὶ
πάσης ἀκαθαρσίας ὡς ἐὰν | παραλάβῃ καὶ τὰς ἐφεστώσας | τοῖς τόποις θύρας
καὶ κλεῖδας, | ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ πα-|ραδῷ τὴν ἀξίαν τιμὴν ὃ δ᾽
[ἐὰ]ν | προσοφειλέσῃ ἀπὸ τοῦ ἐνοι-|κίου μεθ᾽’
ἡμιολίας, γεινομέ-|νης τῆς πράξεως παρά τε αὐ-|τοῦ καὶ ἐκ τῶν ὑπαρχόντων
| αὐτῷ πάντων. κυρία ἡ μίσθω-|σις, καὶ ἐπερωτηθεὶς ὡμο-|λόγησεν. (ἔτους)
β Αὐτοκράτορος | Καίσαρος Γαίου Ἰουλίου Οὐήρου | Μαξιμίνου Εὐσεβοῦς
Εὐτυχοῦς | [Σεβα(στοῦ)] Θ̣ὼθ α̣. (hand 2) Αὐρηλία | [Βησοῦς
μ]εμίσθωκα ὡς πρ[ό] | [κειται ........].....
| -- -- -- -- -- -- -- -- -- -- |
|