TESTAMENTUM
OXYRHYNCHUM Will ( AD 118-138 ) |
P. Oxy. I, 105 = M. Chr. 303 ( Duke Data Bank of Documentary Papyri ). |
[ἔτους .. Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδρια]νοῦ Σεβαστοῦ, Τῦβι ιγ, ἐν Ὀξυρύγχων πόλει τῆς
Θηβαίδος, ἀγαθῇ τύχηι. | [τάδε διέθετο νοῶν καὶ φρονῶν Πεκῦσις Ἑρμοῦ
τοῦ Π]εκύσιος μητρὸς Διδύμης τῆς Φιλώτου τῶν ἀπ᾽
Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ· ἐφ᾽
ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν κατὰ τῶν ἐμῶν ἐξουσίαν | [ - ca. 37 - κ]α̣ὶ
μεταδιατίθεσθαι. ἐὰν δὲ ἐπὶ ταύτῃ τελευτήσω τῇ διαθήκῃ, κληρονόμον ἀπολείπω
τὴν θυγατέρα μου Ἀμμωνοῦν μητρὸς Πτολεμᾶς, ἐὰν ζῇ, ε[ἰ δὲ] | [μή, τὴν
ταύτης γενεάν, τῶν ὑπαρχόντων μοι] ἐπ᾽
ἀμφόδου Κρητικοῦ μερῶν κοινωνικῆς οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν. τὰ δὲ
ὑπ᾽
ἐμοῦ ἀπολειφθησόμενα σκεύη καὶ ἔπιπλα καὶ ἐνδομενείαν καὶ εἴ τι ἄλλ[ο]
| [ἐὰν ἔχω, πάντα καταλείπω τῇ τῶν μὲν ἐμῶν τέκνω]ν μητρὶ ἐμοῦ δὲ γυναικὶ
Πτολέμᾳ, ἀπελευθέρᾳ Δημητρίου Ἑρμίππου, ἐπὶ τῷ αὐτὴν ἔχειν ἐπὶ τὸν τῆς
ζωῆς αὐτῆς χρόνον τὴν χρῆσιν καὶ ἐνοίκησιν καὶ ἐνοι-|[κίων ἀποφορὰν
τῶν μερῶν οἰκίας καὶ αὐλῆς καὶ καμ]αρῶν. ἐὰν δὲ συμβῇ τὴν Ἀμμωνοῦν ἄτεκνον
καὶ ἀδιάθετον τελευτῆσαι, ἔσται τὰ μέρη τῶν ἐνγαίων τοῦ ὁμομητρίου αὐτῆς
ἀδελφοῦ Ἀντᾶτος, ἐὰν ζῇ, εἰ δὲ μή, | [ - ca. 34 - μὴ
ἐξέσ]τ̣ω̣ ἐγχειρεῖν τοῖς ὑπ᾽
ἐμοῦ διατεταγμένοις, ἢ τὸν παραβάντα τι τούτων ἀποτίνειν τῇ θυγατρὶ
μου καὶ κληρονόμῳ Ἀμμωνοῦτι ἐπιτίμου δραχμὰς χιλίας καὶ | [ - ca. 37 - ]
(hand 2) Πεκῦσις Ἑρμοῦ τοῦ Πεκύσιος καταλείπω μετὰ τελευτήν
μου κληρονόμον τὴν θυγατέρα | [μου Ἀμμωνοῦν τῶν ἐπ᾽
ἀμφόδου Κρητι]κοῦ μερῶν οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν· τῇ
δὲ γυναικί μου Πτολέμᾳ καταλείπω πάν-|[τα
τὰ σκεύη μου καὶ ἔπιπλα καὶ ἐ]νδομενείαν καὶ
εἴ τι ἄλλο ἐὰν <ἔ>χω, καὶ ἐφ᾽
ὅσον ζῇ τὴν ἐνοίκησιν τῶν μερῶν τῆς οἰκ-|[ίας καὶ αὐλῆς καὶ καμαρῶν.
ἐὰν δ]ὲ ἡ Ἀμμωνοῦς ἄτεκνος καὶ ἀδιάθετος τελευτήσῃ, ἔστω τὰ μέρη τῶν
ἐνγαίων τοῦ | [ὁμομητρίου αὐτῆς ἀδελφοῦ Ἀ]ν[τ]ᾶτος ὡς πρόκιται. εἰμὶ
ἐτῶν τεσσαράκοντα τεσσάρων , οὐλὴ τραχήλῳ ἐξ ἀριστερῶν, | [καὶ ἔστι
μου ἡ σφραγὶς Ἄμ]μωνος.. (hand 3) Σαραπίων Σαραπίωνος
τοῦ Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσι<ο>ς διαθήκῃ,
καὶ | [εἰμὶ ἐτῶν .., οὐλὴ ......, καὶ ἔστι μου ἡ σφ]ραγὶς
Διονύσου. (hand 4) Ἑκάτων Σαραπίωνος τοῦ Ἑκάτωνος ἀπὸ
τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ | [ἐτῶν ..,
οὐλὴ - ca. 13 - , καὶ ἔστι μο]υ ἡ σφραγὶς
Σαράπιδος. (hand 5) Παποντὼς Διογένους τοῦ Παποντῶτος
ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος | [διαθήκῃ, καὶ εἰμὶ ἐτῶν .......,
καὶ] ἔστιν μου ἡ σφραγὶς Διὸς ἐπ᾽
ἀέτῳ. (hand 6) Ζωίλος Ζωίλου τοῦ Πανεχώτου τῶν ἀπὸ τῆς
αὐτ-|[ῆς πόλεως μαρτυρῶ τῇ τοῦ Π]εκύσεος διαθήκῃ, καὶ <ε>ἰμὶ ἐτῶν
τεσσαράκοντα ὀκτὼ , \οὐλὴ/ πήχει ἀριστερῷ, ἡ | [δὲ σφραγίς μού ἐστιν......
Ἁ]ρποκράτου ἐπὶ κιβωρτωι. (hand 7) Ἡρᾶς ὁ καὶ Σάιος Ζηνᾶτος
τοῦ Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος | [διαθήκῃ,
καὶ εἰμὶ ἐτῶν - ca. 10 - , οὐλὴ ἀντικνημ]ίωι
δεξιῶι, καὶ ἔστι μου ἡ σφραγὶ[ς π]ρ[ο]τομὴ φιλ[ο]σόφου. (hand 8)
Διονύσιος Διον[υσ]ίου τ[ο]ῦ Διογένους ἀπὸ τῆς αὐτῆ[ς] πόλεως μαρτ[υ]ρῶ
| [τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ] ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ
παρὰ κρόταφον δεξιόν, καὶ ἔστι
μου ἡ σφραγὶς Διονυσοπλάτωνος. (hand 9) μν̣η̣μ̣(ονείου)
Ὀξυρ(ύγχων) πόλ(εως). | [ἔτους .. Αὐτοκράτορος Καί]σαρος Τραιανοῦ
Ἁδριανου Σεβαστοῦ, Τῦβι ιγ. | [ - ca. ? - διαθήκη
Πεκύσιος Ἑρ]μοῦ τοῦ Πεκύσιος μητρὸ(ς) Διδύμης Φιλώτου ἀπ᾽
Ὀξ(υρύγχων) π[ό]λ(εως). |
|