LOCATIO
REI Lease of five arourae of land at Pakerke for four years ( November 4, AD 197 ) |
P. Oxy. VI, 910 ( Duke Data Bank of Documentary Papyri ). |
[ἐμίσ]θωσεν Ἱερακ[ί]ων Ἱερακίωνος
ἀπ᾽
Ὀ-|[ξυρύγχ]ων πόλεως ἀγορανομήσας τῆς αὐτῆς
| [πόλεω]ς Τεῶτι Σαραπάμμωνος μητρὸς | [.....]α̣τος καταγεινομένῳ ἐν
κώμῃ Πα-|[κέρκη] ἀπηλιώτου τοπαρχίας εἰς ἔτη | [τέσσα]ρα ἀπὸ τοῦ ἐνεστῶτος
Ϛ (ἔτους) τὰς | [ὑπαρχο]ύσας αὐτῷ περὶ
τὴν Πακέρκη ἀρού-|[ρας πέν]τε , ὥστε τῷ μὲν ἐνεστῶτι Ϛ
(ἔτει) | [καὶ η (ἔτει)] σπεῖραι πυρῷ ἐκφορίου κατ᾽
ἔτος | [κατ᾽
ἄ]ρουραν ἀνὰ πυροῦ ἀρτάβας ἕξ , τῷ δὲ | [ἑξῆ]ς̣ ζ (ἔτει) καὶ θ (ἔτει)
ξυλαμῆσαι χλω-|[ροῖς φό]ρου ὡσαύτως κατ᾽
ἔτος κατ᾽
ἄρου-|[ραν ἀνὰ] δραχμὰς τριάκοντα δύο . ὁμο-|[λογεῖ δὲ] ὁ μεμισθωμένος
αὐτόθι | [ἐσχηκέναι] καὶ παραμεμετρῆσθαι παρὰ | [τοῦ γεο]ύχου ἐν πρ[ο]χρείᾳ
εἰς σπέρμα | [ὑπὲρ τῆ]ς γῆς μόνου τοῦ ἐνεστῶτος ἔτους | [πυροῦ ἀρ]τάβας
ἑπτά , ὧν τὰς ἴσας ἐπά-|[ναγκο]ν̣ ἀποδώσει αὐτῷ ἅμα
τοῖς τῆς | [γῆς ἐκ]φορίοις τῷ Παῦνι μηνὶ τοῦ
αὐτοῦ | [ἐνεστ]ῶτος ἔτου[ς] μέτρῳ ᾧ παρείληφεν | [ἀκίνδ]υνα πάντα [π]αντὸς
κινδύνου, | [τῶν] τῆς γῆς δη[μ]οσίων ὄντων πρὸς | [τὸν
γεο]ῦχον, ὃν [κ]αὶ κυριεύειν
τῶν | [καρπ]ῶν ἕως τὰ κατ᾽
ἔτος ὀφειλόμε-|[να κο]μίσηται. ἐὰν δέ
τις ἀπὸ τοῦ εἰσιόν-|[τος]
ἔ]τους, ὃ μὴ ε[ἴ]η,
ἄβροχος γένηται | [παρα]δεχθήσετα[ι] τῷ
μεμισθωμένῳ, | [ὃς β]εβαιουμένη[ς]
τῆς μισθώσεως | [ἀπο]δότω τὰ ἐκ[φ]όρια καὶ τοὺς
φόρους | [κα]τ᾽
ἔτος μηνὶ [Π]αῦνι, τὸν δὲ πυρὸν | [ἐ]φ᾽
ἅλω τῆς Πακέρκη νέον καθαρὸν | ἄδολον ἄκριθον κεκοσκινευμένον | μέτρῳ
τετραχοινίκῳ παραλημ-|πτικῷ τοῦ γεούχου, τῆς μετρήσεως | γ[ε]ινομένης̣
ὑ̣π̣[ὸ τῶν] παρ᾽
αὐτοῦ, καὶ ἡ πρᾶ-|ξ[ι]ς ἔ[σ]τω ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρ-|χόντων αὐτῷ
πάντων, ἐπ[ὶ] τῷ τὸν | αὐτὸν μεμισθωμένον παραδοῦναι τὴν | γ[ῆν] τῷ
ἐσχάτῳ ἐνιαυτῷ τεθρυοκο-|πημένην καὶ κα[θ]αρὰν ἀπὸ θρύου καὶ δεί-|σης
πάσης. κυρία ἡ μίσθωσις. (ἔτους) Ϛ |
Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου | Σεουήρου Εὐσεβοῦς Περτίνακος
Σεβαστοῦ | Ἀραβικοῦ Ἀδιαβηνικοῦ καὶ Μάρκου Αὐρηλίου | Ἀντωνείνου Καίσαρος
ἀποδεδειγμένου —— | Αὐτοκράτορος Ἁθὺρ η. (hand 2)
Τεῶς Σαρα-|πάμμωνος μεμίσθωμαι ἐπὶ | τὰ τέσσαρα ἔτη τὴν γῆν ἐκφορί-|ου
καὶ φόρου κ[α]τ᾽
ἄρουραν κατ᾽
ἔτος | τῆς μὲν ἐν π[υ]ρῷ διετίας ἀνὰ πυ-|ροῦ ἀρτάβας ἕξ , [τ]ῆς δὲ ἐν
χλω-|ροῖς ἀνὰ δραχμὰς τριάκοντα | δύο , καὶ ἔσχον τὰς τῶν σπερμάτων
| πυροῦ ἀρτάβας [ἑπ]τὰ καὶ ἀποδώσω | πάντα
ὡ[ς π]ρ̣[όκειτα]ι̣. Πτολεμαῖος Διο-|νυσίου ἔγραψα [ὑπὲρ]
αὐτοῦ μὴ εἰδ[ό]-|τος γράμματα. |
|