LOCATIO
REI Lease of a vineyard ( October 17, AD 138 ) |
P. Oxy. IV, 729 ( Duke Data Bank of Documentary Papyri ). |
--
-- -- -- -- -- -- -- -- --
| [ - ca. 67 - ].ου κα̣ι̣[ - ca. 15 - ]ην
δ̣ε̣.[.....]...[........]ανω̣θε[ - ca. 18 - ]...[ - ca. ? - ]
| [ - ca. 40 - ]. ἀρταβε̣ι̣[ - ca. 11 - τοῦ
εἰσι]ό̣ντος ἔτους ......α̣γ̣ρα[....]ο̣μενα ....... κατ̣ὰ̣ ... ἥμισυ
μ[ - ca. 9 - ἀπε]ρ̣γ̣ασίας κα̣[.......].ρ̣
[..].ονται ε̣ι̣σ̣..ν̣.[........] | [ - ca. 39 - ]ε̣ν̣
ἔτι πά[λαι (?) - ca. 12 - ].ν ενχρη̣..οντο
οἱ μεμισθωμένοι τὸ ἥμ[ι]συ καὶ ὁ μεμισθωκὼς τὸ [ἕ]τερον ἥ̣μ̣ι̣σ̣υ̣ τὴν
δὲ κ[ο]πὴν̣ τ[.] π̣ρ̣ὸ̣[ς] καλαμεία̣ν̣ οἱ αὐτοὶ μεμ[ι]-|[σθωμένοι - ca. 32 - ]ι̣νικων
ἀπ[ὸ τοῦ εἰσιόντος] ἔ̣τ̣ο̣υς ἐπὶ τὴν λοιπὴν τριετίαν ἐάνπερ χρεία [ἦ]ν
εἰς τὴν καλαμουργίαν ἑτέρου καλάμου παρέξονται ἑαυτοῖς οἱ μεμισθωμένοι
τὸν δέοντ[α] | [ - ca. 37 - ]ε̣τ̣ει
ὑπὸ τοῦ μ[εμ]ισθωκό[τος] Σαραπίωνος εἰσάξουσι εἰς τὸ [κτ]ῆμα ὅ τε {ο}
μεμισθωκὼς καὶ οἱ μεμισθωμένοι κοιν[ῶ]ς κατὰ τὸ ἥμισυ τῷ δέοντι καιρῷ
καὶ ἐπὶ τὴν λοιπὴν τριετί-|[αν - ca. 29 - οἵ
τε με]μισθωμένοι καὶ ὁ μεμισθω[κ]ὼς κο̣ι̣ν̣ῶς κατὰ τὸ ἥμισυ ἀργυρί[ο]υ
δραχμὰς τριακοσίας , ὅνπερ χοῦν εἰσοίσουσι εἰς
τὸ κτῆμα κατ᾽
ἔτος κοινῶς, ὑπολείψουσι δὲ τὸν ἀναβεβλημένον χοῦν | [ - ca. 36 -
δ]ραχμῶν τριακοσίων , τὴν δ̣ὲ ἀν[α]βολὴν ποιήσονται ἀπὸ τῶν ἐθίμων
ἀναβολῶν. τὴν δὲ τοῦ ἀπὸ βορρᾶ τοῦ ἀρχαίου κτήματος χώματος ὑδροφυλακίαν
μέχρι τοῦ ὄρους | [ - ca. 37 - ] τῷ
τοῦ ἀρχαίου κτήματος μισθωτῇ, τῆς κατ᾽
ἔτος ἀπεργασίας τοῦ αὐτοῦ χώματος ἐάνπερ χρεία ἦν οὔσης πρὸς μόνον τὸν
μεμισθωκότα, τῶν τοῦ αὐτοῦ νεοφύτου χω-|[μάτων - ca. 32 - ]
πρὸς \μόνους/ τοὺς μεμισθωμένους, ὁμοίως καὶ τοῦ νοτίνου χώματος μέχρι
τοῦ ὄρους, τοῦ μεμισθωκότος Σαραπίωνος παρέχοντος αὐτοῖς κατ᾽
ἔτος ἀμισθὶ ὄνους δεκαπέντε | [ - ca. 11 - ,
ἀπὸ δὲ τοῦ εἰσιόντος τρίτου καὶ] εἰκοστοῦ ἔτους ἐπὶ τὴν λοιπὴν τριετίαν
δώσουσι τῷ μεμισθωκότι κατ᾽
ἔτος τυροὺς ὀβολιαίους ἑκατόν . τὴν δὲ αὐταρκείαν κόπρου περιστερῶν
πρὸς κοπρισμὸν τοῦ κτή-|[ματος δώσουσιν οἱ μεμισθωμένοι κατὰ τὸ ἥμισυ]
καὶ ὁ μεμισθωκὼς κατὰ τὸ ἕτ[ερο]ν ἥμισυ. ὃν δὲ ἐὰν βούληται ὁ Σαραπίων
ὀπωροφύλακα φυλάσσει<ν> τῷ τῆς ὀπώρας καιρῷ φύλακα πέμψει, τοῦ
ὀψωνίου ὄντος πρὸς αὐτὸν | [ - ca. 37 - ]
μηχανῆς καὶ τῆς ταύτης κ[....]ας ἔσται τὰ μὲν ξύλα πρὸς τὸν Σαραπίωνα,
οἱ δὲ τεκτονικοὶ μισθοὶ καὶ ἡ τοῦ τέκτονος σύνταξις ἔσται πρὸς τοὺς
μεμισθωμένους. ἐὰν δὲ καινοῦ | [τροχοῦ - ca. 31 - ]
καὶ δώσει τοῖς αὐτοῖς μεμισθωμέν[ο]ις εἰς λόγον προχρείας ἀργυρίου δραχμὰς
τρισχιλίας , ἐξ ὧν ὑπολογι<σ>θήσονται αἱ διδόμεναι τοῖς ὑδροπαρόχοις
ὑπὲρ ποτισμῶν τοῦ αὐ-|[τοῦ κτήματος ἀπὸ Φαῶφι εἰκάδος τοῦ ἐνεστῶ]τος
δευτέρου καὶ εἰκοστοῦ ἔτους ἕως Φαῶφι εἰκάδος τοῦ εἰσιόντος τρίτου καὶ
εἰκοστοῦ ἔτους ἀκολούθως ᾗ ἔχει ὁ Σαραπίων μισθώσει ἣν καὶ εἶναι κυρίαν
δραχμαὶ δισχίλιαι | [ - ca. 36 - ἃ]ς ἀποδώσει
αὐτοῖς τῷ μὲν Ἀθὺρ μηνὶ δ[ρ]αχμὰς διακοσίας Τῦβι <διακοσίας> καὶ
Μεχεὶρ τὰς λοιπὰς δραχμὰς ἑξακοσίας , τὰς δὲ ἐπὶ τὸ αὐτὸ δραχμὰς
τρισχιλίας ἀποδώσουσι ἐξενίαυ-|[τα - ca. 35 - ]τ̣ουσι
οἶνον ἀτόκους̣. τὰ̣ <δὲ> [δέο]ντα̣ κ̣τήνη παρὰ τῷ ὑδροπαρόχῳ βόας
πέντε καὶ μόσχους τρεῖς παραλήμψονται οἱ αὐτοὶ μεμισθωμένοι ἐν συντιμήσει
τῇ εἰκάδι τοῦ | [Φαῶφι τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους, καὶ συ]ν̣γράψονται
τῆς συντιμ[ήσ]ε̣ως ἀπόδοσιν τοῦ λήγοντος χρόνου. ἐὰν δὲ χρεία γένηται
ἑτέρας προχρήσεως δώσει αὐτοῖς ὁ μεμισθωκώς, λαβόντες καὶ τάξονται δρα-|[χμ - ca. 31 - ἐπάν]αγκον
οὖν οἱ αὐτοὶ μεμ[ι]σθωμένοι ἕκαστα ἐπιτελείτωσαν ὡς πρόκιται ἀμέμπτως
μηδὲν ἔκκαιρον ἐῶντες γείνεσθαι πρὸς τὸ μὴ καταβλάπτεσθαι τὴν ἄμπελον
μηδὲ | [ - ca. 35 - ἀπ]οδότωσαν τῷ μεμισθ[ω]κότι
τὸν μὲν οἶνον παρὰ ληνὸν νέον ἄδολον ἑκατέρου μέρους παρέχοντος παρὰ
ληνὸν τὸν αὐτάρκη κέραμον, οὗ δὲ ἐὰν μὴ κατὰ καιρὸν ἐρ-|[γάζωνται - ca. 29 - ]ομένου
φυτοῦ τὸ βλάβος διπλοῦν, τοῦ δὲ καταλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου
ἐπιτίμου ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς
| [τοῦ τὴν μίσθωσιν μένειν κυρίαν καὶ βεβαία]ν̣, καὶ ἡ πρᾶξις ἔστω [τ]ῷ
μ[εμι]σθωκότι ἔκ τε τῶν μεμισθωμένων ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ
ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάν-|[των καθάπερ
ἐκ δίκης. καὶ μετὰ τὸν χρόνον παραδότ]ωσαν οἱ μεμισθωμένοι τ[ὸ κτ]ῆμα
καὶ τὴν καλαμείαν σύνφυτα καὶ ἐπιμεμελημένα καὶ καθαρὰ ἀπό τε θρύου
καὶ βοτάνης καὶ δείσης πάσης καὶ τὰ φυτὰ εὐθαλοῦντα καὶ | [ - ca. 37 - ]τ̣ι
κεχαρακωμένας καὶ τὰ [το]ῦ κτήματος χώματα ἐστεγα̣σ̣μένα καὶ ὑδροπεφυλακημένα
καὶ ἃς ἂν παραλάβωσι θύρας καὶ κλεῖς καὶ τὴν
μηχανὴν ὑ<γ>ιῆ πλὴν | [τρίψεως (?) - ca. 27 - ποι]ήσοντ̣αι
τοὺς ποτισμοὺς τοῦ [κτή]ματος καὶ τῆς καλαμ[είας] πεμπταίους
πρὸς ἀρεσκεί[αν τοῦ Σαραπίωνος καὶ τὴν τοῦ κατὰ τὸν Σαραπίωνα
οἴνου μεταφορὰν ἀπὸ τῆς | [ - ca. 39 - κ]ίνησιν
κ[αὶ παραφυλακὴν ἐφ᾽
ὅσον ἐν ἡλι̣α̣σ̣τ̣η̣[ρίῳ ἀπόκει]νται, ἔτι δὲ καὶ οἱ αὐτοὶ μ[εμι]σθωμένοι
ὑπολείψουσι μ[ετ]ὰ τὸν χρόνον τὸν τότε τῆς καλαμείας κάλαμον | [ - ca. 40 - ]ν̣
τῷ ἑξῆ[ς - ca. 12 - ]ε̣τ̣ι διὰ τὸ
και̣.[ - ca. 10 - ]ν̣α̣ ἑτέρῳ μισ̣[θ
- ca. 11 - ].ει ἐπικείμενο̣ν̣
τῆς κ[α]λαμείας κάλαμον ὃν π[.]ρ[.]ης
τοῦ διελθόντος ἔτους | [ - ca. 38 - Σα]ραπιων
.[ - ca. 16 - ]οκειμ̣[ε]ν̣[ - ca. 14 - ]ο̣ν
οἶν̣ο̣ν̣ [ - ca. 15 - ]ον φ...... μέτρῳ
π̣[..]..ι..............ο̣ιν̣ικ̣ον τοῦ Σαραπίωνος | [ - ca. 36 - τ]ῷ
μέσῳ τοῦ κ[τήματος τὴν δὲ μη]χανὴν ἀναβαλεῖ ὁ με[μι]σθωκὼς ἰδίαις δαπάναις
ἀπὸ μηνὸς Παχών, ἡ δὲ σκαφὴ τῆς πλακάδος τοῦ ὑποδοχίου ἔσται ὑπό | [τε
τῶν μεμισθωμένων κατὰ τὸ ἥμισυ καὶ] ὑπὸ τοῦ μεμισθωκότος κατὰ τὸ ἕτερον
ἥμισυ. τὴν δὲ κατ᾽
ἔτος ξυλοτομίαν καὶ ἕκαστον τῶν κατὰ και[ρ]ὸν ἔργων ποιήσουσι οἱ μεμισθωμένοι
ἐπακολουθοῦν-|[τος τοῦ Σαραπίωνος - ca. 20 - ]ως
αὐτῷ πάντα γενέσθαι. μισθώσει δὲ ὁ μεμισθωκὼς τοῖς μεμισθωμένοις ἀπὸ
τοῦ εἰσιόντος τρίτου καὶ εἰκ[ο]στοῦ ἔτους ἐπὶ χρόνον ἔτη τρία τὴν ἐντὸς
πλαστῶν χερσάμπε-|[λον - ca. 24 - ὅσου
ἐστὶν ἀ]ρουρηδοῦ ὥστε κατ᾽
ἔτος σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῶνται γένεσι χωρὶς ἰσάτεως καὶ
ὀχομενίου φόρου ἀποτάκτου κατ᾽
ἔτος δραχμῶν ἑξήκοντα καὶ ἥμισυ μέρος τῶν | [ - ca. 37 - ]. ἐν
αἷς ἐστιν τροχὸς ὡς ἐὰν κατ᾽
ἔτος κοινότερον συνφωνήσωσι τὸν φόρον. τὸν δὲ ἐν τῷ κτήματι ῥοδῶνα κατ᾽
ἔτος ὄντος τοῦ καρποῦ τοῦ Σαραπίωνος τῶν μεμι-|[σθωμένων - ca. 29 - ]τ̣α[.]
παρὲξ τῆς ξυλολογείας, τῶν κατ᾽
ἔτος πάντων τῶν αὐτῶν ἀρουρῶν καὶ τοῦ ἀμπελῶνος ὄντων πρὸς τὸν Σαραπίωνα
δημοσίων, ὃς καὶ ἕξει ὁ αὐτὸς Σαραπίων | [ - ca. 28 - καὶ
παρέξει] ὁ αὐτὸς Σαραπίων τοῖς μεμισθωμένοις πρὸς ἐνοίκησιν χωρὶς ἐνοικίου
ἐν τῷ ἐποικίῳ καμάρας δύο . κυρία ἡ μίσθωσις. (ἔτους) δευτέρου καὶ εἰκοστοῦ
Αὐτοκράτορος | [Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶ]φι ιε. (hand 2)
Ἀμμώνι\ο/ς Ἀπολλωνίδου καὶ Πτολλᾶς Λουκίου μεμισθώμεθα τὸν ἀμπελῶνα
ἐπὶ τὰ τέσσαρα ἔτη | [φόρου τῆς ἡμισείας τοῦ ἐκ]βησομένου οἰνικοῦ γενήματος
καὶ ἀπὸ τῆς ἡμῶ<ν> ἡμισείας ἄλλα οἴνου κεράμια πεντήκον-|[τα - ca. ? - - ca. ? - ]α
καὶ ἕκα<σ>τα ποιήσομεν ὡς πρόκειται. Πτολεμαῖος Ζωίλου ἔγραψα
ὑπὲρ αὐτῶν μὴ εἰδότων | [γράμματα. ἔτους δευτ]έρου καὶ εἰκοστοῦ Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαοφι ιε. (hand 3)
Ἀμμώνι\ο/ς | [Ἀπολλωνίδου καὶ Πτολλᾶς Λουκίου ἔσ]χομεν \παρὰ τοῦ αὐ(τοῦ)
Σαραπίω(νος)/ καὶ τῇ κ τοῦ Φαῶφι τοῦ δευτέρου ἔτους Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνείνου Καίσαρος τοῦ κυρίου βοικὰ κτήνη μόσχους μὲν τελείους | [ - ca. 22 - βόας
δὲ τε]λείας τρεῖς πάντα ἐν συντιμήσει ἀργυρίου δραχμῶν δισχιλίων πεντακοσίων
, ἅπερ κτήνη θρέψομεν τῆς κατ᾽
ἔτος γο-|[νῆς - ca. 27 - ]ω̣ν, μετὰ
δὲ τὸν χρόνον τῆς μισθώσεως αἱρέσεως καὶ ἐγλογῆς οὔσης σοι τῷ Σαραπίωνι
ἐὰν μὲν αἱρῇ τὴν συντίμησιν τῶν κτηνῶν λαβεῖν | [ - ca. 31 - ]υ̣
τῆς τότε ἐσομένης α[ὐ]τῶν συντιμήσεως, καὶ ἂν μὲν ἐλάσσονος συντιμηθῇ
ἀποδώσομεν τὸν εἰς συνπλήρωσιν
τῆς προκει-|[μένης συντιμήσεως,
ἐὰν δὲ καὶ μείζο]νο̣ς ἀποδώσεις ἡμῖν σ̣[ὺ ὁ] Σαραπ[ί]ων τὸ̣ τ̣ο̣υ...υ̣
[ἴ]σον, ἐὰν δὲ αἱρώμεθα ἀλλάσσειν κτήνη ἢ πωλεῖν ἔξεσται
ἡμῖν μετὰ γνώμης | [ - ca. 30 - τὰ
ἴ]σ̣α. ἔτ[ι δ]ὲ καὶ ἔσχ[ομεν ἐν]ε̣χυρούμ[ε]να
ἀλ̣[ - ca. 9 - ]μ̣ενα
ἑκατ̣[ὸν ....]κ̣οντα ἃ μετὰ
τ̣[ὸν χρό]ν̣ο̣ν παραδώσομεν τὰ
ἴσα σιτίνου α̣υ̣.. | [ - ca. 35 - ]α̣τ̣[....]...[ - ca. 10 - ]...[..]...[...... ἔτου]ς̣
δ̣ε̣υ̣τ̣έ̣ρ̣[ου Αὐτοκράτ]ο̣ρ̣ο̣ς Καί̣σ̣[αρος Τίτου Αἰ]λίου Ἁδριανοῦ
[Ἀντ]ωνείνου Σε[βαστοῦ] | [Εὐσεβοῦς Φαῶφι κ - ca. ? - ]. |
|