LOCATIO
REI Lease of land ( October 11, AD 186 ) |
P. Oxy. III, 501 = P. Oxy. I, 166 descr. = M. Chr. 349 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσεν
Ἡρακλείδης | ὁ καὶ Διογένης καὶ Σαραπίων ὁ καὶ | Διογένης ἀμφότεροι
Διογένους | γυμνασιαρχήσαντες τῆς Ὀξυρυγχ(ιτῶν) | πόλεως καὶ ὡς χρηματίζουσι
διὰ | Ἑρμοῦ ἐπιτρόπου Ἁρμιύσει Ἡρᾶ-|τος μητρὸς Ταφείβιος ἀπὸ Τυχινα-|κιτώου(?)
εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ | ἐνεστῶτος κζ (ἔτους) ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς
| περὶ Τααμ̣π̣έμου ἐκ τοῦ Φιλονεί-|κου καὶ Χαρᾶτος κλήρου ἥμισυ μέρος
| κοινῶν πρὸς Δημητρίαν Ἀντιμάχου | κατὰ τὸ ἕτερον ἥμισυ ἀρουρῶν πέντε
| \καὶ ψιλῶν τόπων/ ὥστε σπεῖραι καὶ ξυλαμῆσαι κατ᾽
ἔτος | {κατ᾽
ἔτος} τὸ μὲν ἥμισυ πυρῷ τὸ δ᾽
ἄλ-|λο ἥμισυ χλωροῖς ἀποτάκτου τοῦ αὐτοῦ | ἡμίσους μέρους ἐπὶ τὴν τετραετίαν
| κατ᾽
ἔτος πυροῦ ἐν θέματι ἀρταβῶν | ὀκτὼ καὶ δραχμῶν τεσσαράκ(οντα) . ὁμο-|λογεῖ
δὲ ὁ μεμισθωμένος ὀφεί-|λειν τοῖς γεούχοις λοιπογραφίαν | τοῦ αὐτοῦ
ἐδάφους τ̣[ο]ῦ̣ π̣α̣ρ̣ελθόν-|τος ἔτους πυροῦ ἀρτάβα[ς] τρεῖς ,
ὧν | θέμα ἀναδώσει ὁ μ[ε]μισθωμέν(ος) | τῷ ἐνεστῶτι ἔτει ἅμα τῷ τῶν
ἐκ-|φορίων θέματι ἀκίνδυνα | πάντα παντὸς κινδύνου. ἐὰν δέ | τις τοῖς
ἑξῆς ἔτεσι ἄβροχος γένη-|ται παραδεχθήσεται τῷ μεμι-|σθωμένῳ, τῶν
τῆς γῆς κατ᾽
ἔτος | δημοσίων ὄντων πρὸς τοὺς γεούχ(ους), | οὓς καὶ κυριεύειν τῶ[ν]
κ[αρπῶν] | ἕως τὰ κατ᾽
ἔτος ὀφ[ειλόμενα] | κομίσωνται. βεβ[αιουμένης] | δὲ τῆς μισθώ[σεως μετρείτω]
| ὁ μεμισθ(ωμένος) τ[ - ca. 15 - ]
| ἰδίαις ἀ̣ν̣[ - ca. 15 - ] | κατ᾽
ἔτος πα̣[ - ca. 15 - ] | ἔτει καὶ
τὰς τ̣[ - ca. 15 - ὧν] | θέμα κ̣[αθαρὸν
ἀπὸ πάντων] | [ἀ]ποδότω κατ᾽
[ἔτος ὑπὸ τὴν] | [πρώτην μέτρησιν ........ | [...] | καὶ ἐκ τῶν
ὑπαρχόντων αὐτῷ πάν-|των. κυρία ἡ μίσθωσις. (ἔτους) κζ | Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου | Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς | Σεβαστοῦ
Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ | Μεγίστου Βρεταννικοῦ
Φαῶφι ιδ. | (hand 2) Ἑρμῆς σεσημ(είωμαι). |
|