LOCATIO
REI Lease of land ( September 22, AD 121 ) |
P. Oxy. III, 499 = Sel. Pap. I, 42 ( Duke Data Bank of Documentary Papyri ). |
r |
ἐμίσθωσεν
Τρύφων Ἀριστάνδρ[ο]υ | καὶ Σαραπίων Ἡρώδου τῶν ἀπ᾽
Ὀ-|ξυρύγχων πόλεως Ἀπολλωνίῳ | Ὥρου τῶν ἀπὸ κώμης Σενέπ[τ]α | Πέρσῃ
τῆς ἐπιγονῆς εἰς τὸ ἐν-|εστὸς ἕκτον ἔτος Ἁδριανοῦ | Καίσαρος τοῦ κυρίου
ἀπὸ τῶν ὑ-|παρχόντων αὐτοῖς περὶ τὴν αὐ-|τὴν κώμην ἐκ τοῦ Δίωνος κλή-|ρου
τὰς ἀπὸ ἐπικαλάμου ἀρούρας | δέκα ἥμισυ , ὧν γείτονες ἀπηλιώ-|του Διδύμου
<νότου> τῶν προγεγραμ-|μένων βορρᾶ τῶν αὐτῶν | λιβὸς Σεύθου Ποτάμωνος,
| ὥστε ξυλαμῆσαι χόρτῳ εἰς κοπὴν | καὶ ἐπινομήν, φόρου ἑκάστης | ἀρούρης
μηδεμιᾶς γεωμετρίας | γενομένης ἀνὰ ἀργυρίου δρα-|χμὰς τριάκοντα ἓξ
ἀκίνδυνα | παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς | γῆς δημοσίων ὄντων πρὸς τὸν
| [μ]εμισθωκότα, ὃν καὶ κυριεύειν | τῶν καρπῶν ἕως ἂν τὸν φόρον | κομίσηται.
τῆς δὲ μισθώσεως | βεβαιουμένης ἀ̣[πο]δ̣ό̣τω ὁ με-|μισθωμένος τ[ὸν φόρον]
τῷ | Παῦνι μηνὶ τοῦ α[ὐτοῦ] ἔτους, | ὃ
δ᾽
ἂν προσοφειλ[έσῃ] ἀποτει-|σάτω μεθ᾽
ἡμι[ολίας, κ]αὶ ἡ πρᾶ-|ξις
ἔστω τῷ με[μισθω]κότι | [ἔκ τε] τοῦ [αὐτοῦ Ἀπολ]λωνίου | καὶ ἐκ τῶν
ὑπαρχόντων αὐτῷ | πάντων καθάπερ ἐκ δίκης. | κυρία ἡ μίσθωσις. (ἔτους)
ἕκτου | Αὐτοκράτορος Καίσαρος Τραιανοῦ | Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κε. |
——
(hand 2) Σαραπίων Ἡρώδου συν-|μεμίσθωμαι τὰς προ-|κειμένας
ἀρούρας | δέκα ἥμ[ι]συ μηδε-|μιᾶς γεω̣μετρίας | γενομένης ἀνὰ ἀργυ-|ρίου
δρα[χ]μὰς τριά-|κοντα ἓξ κατ᾽
ἄρουραν | ὡς πρόκειται. χρόνος | ὁ αὐτός. |
v |
Ἀπολλωνίο(υ)
| μί(σθωσις) εἰς τὸ Ϛ [(ἔτος)]. |
|