TESTAMENTUM
OXYRHYNCHUM Will of Acusilaos ( Oct. 28 - Nov. 26, AD 156 ) |
P. Oxy. III, 494 = M. Chr. 305 = Sel. Pap. I, 84 = Jur. Pap. 24 ( DDBDP ). |
ἀντίγραφον.
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίο[υ] Ἁδριανοῦ
Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς | μηνὸς Γερμανικείου λ, ἐν Ὀξυρύγχων πόλει
τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διεθέμην νοῶν καὶ φρονῶν | Ἀκουσίλαος
Δείου τοῦ Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Διονυσίας Θέωνος ἀπ᾽
Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφ᾽
ὃν μὲν πε-|ρίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι
ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν δια-|θήκην ταύτην, ὃ δ᾽
ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω
ἐλεύθερα ἀφίημι ὑπὸ | Δία Γῆν Ἥλιον κατ᾽
εὔνοιαν καὶ φιλοστοργίαν δοῦλά μου σώματα Ψεναμοῦνιν τὸν καὶ Ἀμμώνιον
καὶ Ἑρμᾶν καὶ Ἀπολλω-|νοῦν τὴν καὶ Δημητρίαν καὶ θυγατέρα αὐτῆς Διογενίδα
καὶ ἄλλην μου δούλην Δ̣[ι]ο̣γ̣ε̣ν̣ί̣[δ]α, καταλείπω δὲ τῇ γυναικί |
μου οὔσῃ καὶ ἀνεψιᾷ Ἀρ\ι/σ\τ/οῦτι τῇ καὶ Ἀπολλωναρίῳ Ἡρακλείδου τοῦ
Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Ἡραίδος Ἀ-|λεξάνδρου εὐνοούσῃ μοι
καὶ πᾶσαν πίστιν μοι ἐνδεικνυμένῃ ἃ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ
χρυσία καὶ ἱμάτια | καὶ κόσμα καὶ πυρὸν καὶ ὄσπρεα καὶ γενήματα καὶ
ἐνδομενείαν πᾶσαν καὶ ὀφειλήματα ἔνγραφα καὶ ἄγραφα, | κληρονόμον δὲ
ἀπολείπω τὸν γεγονότα μοι ἐκ τῆς προγεγραμμένης μου γυν[α]ικὸς Ἀριστοῦτος
τῆς καὶ Ἀπολ[λω]-|ναρίου υἱὸν Δεῖον ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα,
ὧν ἐὰν ἀπολίπω ὑπαρχόντων καὶ ἑτέρων δούλων σ[ωμ]ά-|των καὶ τῶν ἀπὸ
τοῦ νῦν ἐσομένων ἐκ τῶν προγεγραμμένων θηλειῶν δούλων ἐκγόνων, ὧν παν-|των
τὴν χρῆσιν καὶ προσόδους πάσας μετὰ τὰ δημόσια ἕξει ἡ αὐτὴ γυνή μου
Ἀριστοῦς ἡ καὶ Ἀπολλω-|νάριον ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον καὶ τὴν
δουλείαν καὶ ἀποφορὰς τῶν μετὰ [[...]] τελευτὴν μο[υ] | ἐλευθερουμένων
δούλων σωμάτων. ἡ δ᾽
αὐτὴ γυνή μου χορηγήσει τῷ υἱῷ μου Δείῳ εἰς δ̣[ι]α̣[τρο]-|φὴν αὐτοῦ
καὶ τὴν ἄλλην δαπάνην κατὰ μῆν[α] ἐν Ὀξυρύγχων πόλει πυροῦ μέτρῳ ἐξοδιαστικῷ ....
| ἀρτάβας δύο καὶ δραχμὰς ἑξήκοντα καὶ ὑπὲρ ἱματισμοῦ κατ᾽
ἔτος δραχμὰς διακοσίας , τῇ δ᾽
αὐτῇ | γυναικὶ Ἀριστοῦτι τῇ καὶ Ἀπολλωναρίῳ ἐξέστω δι᾽
αὐτῆς πωλεῖν καὶ ὑποτίθεσθαι ἃ ἐὰν αἱρῆται | ἀφ᾽
ὧν ἐὰν ἀπολίπω τῷ υἱῷ μου Δείῳ ὑπαρχόν[τω]ν καὶ σωμάτων καὶ καταχρᾶσθαι
εἰς τὸ | ἴδιον χρ̣[έ]ο̣ς τοῖς ἐμπεσουμένοις ἤτοι ἐκ πράσεως καὶ ἐξ ὑποθήκης
ἀργυρίοις. ἡ δ᾽
αὐτὴ γυ-|νή μου Ἀρι[σ]τοῦς ἡ καὶ Ἀπολλωνάριον ἀποδώσει πάντα ἃ ἐὰν φανῶ
ὀφείλων, δώσει δὲ ἡ | γυνή μου καὶ μετὰ τελευτὴν αὐτῆς ὁ υἱός μου Δεῖος
τοῖς δούλοις μου καὶ ἀπελευθέρ[οι]ς εἰς | εὐωχίαν αὐτῶν ἣν ποιήσονται
πλησίον τοῦ τάφου μου κατ᾽
ἔτος τῇ γενεθλίᾳ μου ἐφ᾽
ᾧ δι-|έπειν̣ ἀργυρίου δραχμὰς ἑκατόν . ὅσα δ᾽
ἂν ὑπὸ τὸ ἐκδόσιμον τῆς διαθήκης γράψω ἤτοι ἀφαιρού-|μενός τι ἢ προσδιατάσσων
ἢ ἑτέροις χαριζόμενος ἢ καὶ ἄλλο τι βουλόμενος καὶ αὐτὰ ἔστω κύρια |
ὡς δ᾽
ε̣ἶν[α]ι̣ τῇ διαθήκῃ ἐ̣ν̣γεγραμμένα, π̣α̣ρὰ δὲ ταῦτα μὴ οὔσης μηδενὶ
τῷ καθόλου ἐξου-|σίας παραβαίνει[ν, τὸν] δὲ παραβησόμενον ἐκτίνειν τῷ
ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμον | ἀργυρίου τάλαντα δύο καὶ εἰς τὸ
δημόσιον τὰ ἴσα καὶ μηδὲν [ἧ]σσον μένειν κύρια τὰ προκείμενα. | ἡ διαθήκη
κυρία. Ἀκουσίλαος Δείου ὁ προγεγραμμένος πεποίημαι τὴν διαθήκην ἧς ὅλον
τὸ σῶμά | ἐστίν μου ἰδι[όγ]ραφ[ο]ν̣ ἐπὶ πᾶσι τοῖς προκειμένο[ις], καὶ
εἰμὶ (ἐτῶν) μη οὐ(λὴ) ποδ(ὶ) δεξ(ιῷ) κα[ὶ] ἔστ[ι]ν μου ἡ σφραγὶς Θώνιος.
—— | (hand 2) Δίδυμος Ὀννώφριος
τοῦ καὶ Χαιρήμονος Ἡρώδου ἀπ᾽
Ὀξυρύγ[χω]ν πόλεως εἷς τῶν | μαρτυρησάντων τῇ προκιμέ[νῃ δ]ιαθήκῃ ἐγνώρισα
τὴν ἰδίαν μου σφραγῖ-|δα οὖσαν γλύμματος Ἑρμοῦ καὶ ἐσφράγισα τῇ αὐτῇ
σφραγῖδι. (hand 3) Ἀσκληπιάδης | Εὐδαίμονος τοῦ Ἀσκληπιάδου
απ᾽
Ὀξυρύγχων π[ό]λεως ἕτ[ε]ρ[ο]ς τῶν μαρτυρησάν-|των τῇ προκειμένῃ διαθήκῃ
ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδα οὖσαν | γλύμματος Σαράπιδο[ς]
καὶ ἐσφράγισα τῇ αὐτῇ
σφραγῖδι. (hand 4) Δίδυμος
Διδύμου | τοῦ Ἐνθέσμο[υ] ἀ̣γ̣ο̣ρανόμ[ο]ς̣ τῆς Ὀξυρυγχιτῶν πόλεως
ἕτερος τῶν | μαρτυρησάντων τῇ αὐτῇ διαθήκῃ ἐγνώρ[ι]σα τὴν ἰδίαν μου
σφραγῖδα | οὖσαν γλύμματος Ἀπόλλωνος καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδι.
(hand 5) Ἀσκλη-|πιάδης Ἀσκληπ[ι]άδου τοῦ Παυσιρ[ί]ωνος
ἀπὸ τῆς αὐτῆς πόλεως ἕτερος τῶν | [μαρτυρησάντω]ν τῇ αὐτῇ διαθήκῃ ἐγνώρισα
τὴν ἰδίαν μ[ο]υ σφραγῖδα | [οὖσαν γλύμμα]τος Ἡρακλέους καὶ ἐσφράγισα
τῇ αὐτῇ σφραγῖδι. | (hand 6) [παρ]ετέθη Ϛ
(ἔτους) Ἁθύρ. |
|