TESTAMENTUM
OXYRHYNCHUM Will of Thatres ( February 22, AD 130 ) |
P. Oxy. III, 492 ( Duke Data Bank of Documentary Papyri ). |
(hand 1)
ἔτους τ̣[εσ]σ̣α̣ρ̣[εσκαιδεκά]του Αὐτοκράτορος [Κ]αίσαρος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ Μεχεὶρ (hand 9) \κη/, (hand 1)
ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαί[δος], ἀγαθῇ τύχῃ. | [τ]άδε διέθε[το νοοῦ]σα
καὶ φρονοῦσα Θατρῆς Ἀμμωνίου τοῦ Σαραπίωνος μητρὸς Τσενθοτσύμιος τῶν
ἀπὸ τοῦ Τρύφωνος Ἰσ̣[ίο]υ τῆς κάτω τοπαρχία[ς] καταγεινομένη ἐν Ὀξυρύγχων
πόλει μετὰ κυρίου τοῦ τῆς ἀν̣εψιᾶς α[ὐτῆς] | Ἡρακλοῦ[τος Σαρ]απίωνος
τοῦ Σαραπίωνος μητρὸς Ταυσε[ίρ]ιος τῆς καὶ Σαραποῦτος υἱοῦ Ὡρίωνος τοῦ
καὶ Θέωνος Σαρ[α]πί[ω]νος τοῦ [.]..ν[.].ε̣ω̣ς τῶν ἀπὸ Ἰβίωνος Ἀμμωνίου
τῆς αὐτῆς κάτω τοπαρχίας ἐ[ν ἀγυιᾷ]. | ἐφ᾽
ὃν μὲν [πε]ρίειμι χρόνον ἔχειν [με τ]ὴν τῶν ἰ̣[δίω]ν ἐξουσίαν πᾶν ὃ
ἐὰν βούλωμαι περὶ αὐτῶν ἐπιτελεῖν καὶ μεταδ[ια]τίθεσθαι [κ]αὶ π̣[ρὸ]ς̣
ἀκύρωσιν ἄγειν τήνδε τὴν [δ]ιαθήκην ὃ δ᾽
ἂν ἐπιτελέσω κύριον ὑπά̣ρ̣[χειν]. | ἐὰν δὲ ἐπὶ ταύ[τῃ] τῇ διαθήκῃ τελευτήσω
μηδὲν ἐπιτελέσασα καταλείπω κληρονόμους Πτολλίωνα Θέωνος [τοῦ] Πτο[λ]λ[ί]ω[νος]
μ[η]τρ[ὸ]ς Ἰσαρεῦτος τῆς Θέ[ων]ος [καὶ τ]ὸν τούτου ὁ[μομ]ήτριον ἀδελφὸν
[Θέωνα] | Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου τοῦ Θέ[ωνο]ς ἀμφοτέρους
ἀπ᾽
Ὀξυρύγχων πόλεως κατὰ φιλοστοργίαν κοινῶς [ἐ]ξ ἴσου ἑκάτερ[ο]ν α̣[ὐ]τῶν
ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτ[ου] τέκνα, τῆς ὑπ[α]ρχούσης μοι ἐν τῇ αὐ[τῇ]
| Ὀξυρύγχων πόλει ἐπ᾽
ἀμφόδου Ἱππέων Παρεμβ[ο]λῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων
καὶ ὧν ἐὰν ἀπολίπω δούλων
σωμά[των] καὶ ἄλλων καθ᾽
ὁνδ[η]ποτοῦν τρόπον παντ[ο]ίων πάντων, οὐκ ἐξόν[τος] | τοῖς αὐτοῖς κληρονόμοις
μου τῷ καθόλ[ου π]αραδέχ[εσθα]ι εἰς τὴν δηλουμένην
μου οἰκίαν τὸν τοῦ ἑτέρου
αὐτῶν Θέων[ο]ς πατέρα Θ[έωνα] Θέωνος τοῦ καὶ Ἀπολλω[νίο]υ τοῦ
Θέωνος μητρὸς Ἑλένης ἐφ᾽
ὅλον τὸ[ν τῆς] | ζωῆς αὐ[τοῦ] χρόνον παρευρέσει
ο[ὐ]δ[ε]μιᾷ <ἀ>λλ᾽
οὐδὲ οὐδενὶ παραβαίνειν τι τῶν ὑπ᾽
ἐμοῦ διατεταγμένων ἢ χωρ[ὶ]ς τοῦ τα[ῦ]τ̣[α] μένειν κ̣ύ̣[ρια] ... ἐκτείσει
ὁ ἐπιχειρ[ῶ]ν πρὸς ἀθέτησίν τι τούτων ἄγειν ἐπιτίμου δρα[χμὰς] | χιλίας
καὶ [ε]ἰ[ς τὸ] δημόσιον τὰς ἴσας καὶ μηθὲν ἦσσον, ἄλ<λ>ῳ δ̣[ὲ
ο]ὐδενὶ οὐδὲν τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. (hand 2)
Θατρῆ[ς] Ἀμμωνίου τοῦ Σαραπίωνος πεποίημα<ι>
τὴν δια[θή]-|κην κα[ὶ κ]αταλείπω μετὰ τὴν τελευτήν μου κληρονόμους Πτολ<λ>ίωνα
[Θ]έων[ος τ]οῦ Πτολ<λ>ίωνος μητρὸς Εἰσαρεῦτος καὶ τ[ὸν] | τούτου
ὁμομήτριον ἀδελφὸν Θέωνα Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου κοινῶς
ἐξ ἴσου ἧς ἔχω ἐπὶ Ἱππέων Πα[ρεμ]-|βολῆς [ο]ἰκίας καὶ αἰθρίου καὶ αὐλῆς
καὶ ὧν ἐὰν ἀπολίπω δούλων σωμάτων καὶ ἄλλων καθ᾽
ὁνδηποτοῦν τρόπ[ον] | πάντων, οὐκ ἐξόντος αὐτοῖς τῷ καθόλου παραδέχεσθαι
εἰς τὴν οἰκίαν μου τὸν τοῦ ἑτέρου αὐτῶν Θέωνος πα[τέ]-|ρα Θέωνα Θέωνος
τοῦ καὶ Ἀπολλωνίου ἐφ᾽
ὅλον αὐτοῦ τὸν τῆς ζωῆς χρόνον, ἐπὶ δὲ πάντων ὡς πρόκειται. ε<ἰ>μὶ
(ἐτῶν) ογ | οὐλὴ καρπῷ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἴσιδος. Ὡρίων ὁ
καὶ Θέων Σαραπίωνος Ἀπίωνος ὁ τῆς ἀνεψιᾶς αὐτῆς υἱὸς ἐ-|πιγέγραμμαι
αὐτῆς <κύριος> κ[α]ὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα καὶ
εἰμὶ ἐτῶν μ οὐλ[ὴ] παρὰ κανθὸν ἀριστερο[ῦ] | ὀφθαλμοῦ. (hand 3)
Ἀπίων Ζωίλου τοῦ Ἀπίωνος μητρὸς Νειλαροῦτος ἀπ᾽
Ὀξυρύγχων πόλ[εω]ς μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθ[ήκ]ῃ καὶ εἰμὶ (ἐτῶν)
μδ οὐλὴ ὑ̣π̣[ὸ] | γένειον καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. (hand 4)
Φάλαγξ Διογένους τοῦ καὶ Φάλαγγος Ἁρπάλου ἀπὸ [τῆ]ς̣ [α]ὐτῆς πόλεως
μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ ε<ἰ>μὶ ἐτῶν τεσσα-|ράκοντα
οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου. (hand 5)
Ἡρᾶς ἐπικαλούμενο[ς] Γ̣άιος Κ̣ινᾶτ̣ος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ
τῆς Θατρ[ῆ]-|[το]ς διαθήκῃ καὶ εἰμὶ ἐτῶν με ἀντικνημίωι δεξιῷ καὶ ἔστιν
μου ἡ σφρα[γ]ὶ[ς] φιλοσόφου. (hand 6) Ἀπολλώνιος Ἀσκληπιάδου
τοῦ Ἀπολλωνίου ἀπὸ τῆς | αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ
καὶ εἰμὶ ἐτῶν ἑβδομήκοντα οὐλὴ παρὰ κ[α]ν̣[θ]ὸ̣ν τὸν ἐκτὸς δεξιοῦ ὀφθαλμοῦ
καὶ [ἔσ]τιν μου ἡ σφραγὶς Ἑρμοῦ. (hand 7) Θέων Ἀγ̣α̣θ̣ε̣ί̣[νου]
| [τοῦ] Θέ[ωνος] ἀπὸ τῆς αὐτῆς π[ό]λεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ
καὶ εἰμὶ ὡς (ἐτῶν) ξα οὐ(λὴ) ἀντικ(νημίῳ) ἀ[ριστ(ερῷ) καὶ] ἔστιν μου
ἡ [σ]φραγὶς Σαράπιδος. (hand 8) Σαρ[απί]ω̣ν̣ Φερέμφιος
θέσει Π̣ο̣.[......] | [...]..[....]ς̣ ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ
τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ (ἐτῶν) λϚ
ἄσημος [καὶ ἔστι]ν μου ἡ σ[φ]ραγὶς Ἀθηνᾶς. | [ - ca. ? - μ]ν̣η̣μ̣ο̣ν̣ε̣ίου. |
|