| TESTAMENTUM 
        OXYRHYNCHUM Will of Eudaemon ( August 28, AD 126 ) | 
| P. Oxy. III, 491 = M. Chr. 304 ( Duke Data Bank of Documentary Papyri ). | 
| ἔτους 
          δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου 
          ἐπαγομένων ε, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. | τάδε διέθετο 
          νοῶν καὶ φρονῶν Εὐδαίμων Θωνασύχιος τοῦ Θώνιος μητρὸς Θαήσιος ἀπὸ Ὀξυρύγχω[ν 
          πό]λεως παστοφόρος Θοήριδος θεᾶς μεγίστης καὶ Ἴσι[δ]ος κ(αὶ) Σαράπ[ιδος] 
          καὶ τῶν ἄλλων θε]ῶ̣ν̣ τοῦ | ἱεροῦ τοῦ ὄντος ἐν κώμῃ Μουχινώρ, ἐν ἀγυιᾷ. 
          ἐφ᾽ 
          ὃν μὲν περίειμι χρόνον ἔχειν μ[ε] τὴν τῶν ἰδίων ἐξου[σί]αν ὃ ἐὰν βούλωμαι 
          ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τ[ὴν διαθήκην] ταύτην | ὃ 
          δ᾽ ἂν 
          ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δ᾽ 
          ἐπὶ τῇδε τῇ διαθήκῃ τελευτήσω κληρονόμους ἀπολείπ[ω τ]οὺς υἱούς μου 
          Θῶνιν καὶ Ὧρον καὶ Εὐδαίμονα τοὺς τρεῖς μητρὸς Τ̣α̣..[... Ἁρπαήσιος] 
          τ̣ο̣ῦ̣ καὶ | Ὥρου ἐξ ἴσου ἕκαστον δ᾽ 
          αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, ὧν ἐὰν ἀπολίπω οἰκοπέδων καὶ 
          ἐδαφῶν καὶ δουλικῶν σωμάτων, μόνον δὲ τὸν Θῶνιν ὧν ἐὰν α̣ἱ̣ρ̣ῆ̣τ̣α̣ι̣ 
          .......[ - ca. 12 - ]... παν-|τοίων 
          πάντων ἐπὶ τῷ τὸν αὐτὸν Θῶνιν ἀποδοῦναι ἃ ἐὰν φανῶ ὀφείλων χρέα καὶ 
          δοῦναι τοῖς ἀδελφοῖς α[ὐ]τοῦ Ὥρῳ καὶ Εὐδαίμονι ἐὰν μὲν ὦσι ἅμα τῇ τελευτῇ 
          μου πεπ[λ]η̣ρ̣ω̣κ̣[ότες εἴκοσι ἔτη μετ᾽] 
          ἐνιαυ-|τὸν ἕνα τῆς τελευτῆς μου, ἐὰν δὲ μὴ ὦσι τοσούτων ἐτῶν ἑκατέρῳ 
          ὅταν πληρώσῃ τὰ εἴκοσι ἔτη, δραχμὰς πεντακοσίας , ὡς εἶναι ἀμφοτέρων 
          δραχμὰς χιλίας , οὐκ ἐξό̣ν̣τ̣ο̣ς̣ [τοῖς αὐτοῖς Ὥρῳ καὶ] Εὐδαί-|μονι 
          οὐδ᾽ 
          ᾡ̣τινιοῦν αὐτῶν τὰ ἐλευσόμενα εἰς αὐτο[ὺ]ς ἐξ ὀν[ό]ματός μου πωλεῖν 
          οὐδ᾽ 
          ὑποτίθεσθαι [οὐ]δ᾽ 
          ἄλλως καταχρηματίζειν ἄχρι ἑκάτερος αὐτῶν πληρώσῃ ἔτη εἴκ[οσι πέντε 
          . ἐὰν δὲ] τελευ-|τήσω οὐδέπω πεπληροκότων τῶν αὐτῶν Ὥρου καὶ Εὐδαίμον[ο]ς 
          ἔτη εἴκοσι εἶναι τούτων ἑκατέρου ἄ[χρι πλ]ηρώσῃ ἔτη εἴκοσι ἐπίτροπον  
          τόν  τε  ἀδελφὸν  α[ὐ]τῶν  Θῶν[ι]ν  καὶ  
          τὸ[ν  κατὰ  μητέρ]α  πάπ-|πον  Ἁρπαῆσιν τὸν καὶ 
          Ὧρ[ο]ν Θώνιος. ἐὰν δέ τινι τῶν τριῶν υἱῶν συμβῇ ἀτέκνῳ τελευτῆσαι ἔστω 
          τὸ το[ύ]του μέρος τῶν περιόντων αὐτοῦ ἀδελφῶν ἐξ ἴσου, παρὰ δὲ ταῦτα 
          μὴ [οὔσης μηδενὶ τῶν κα]θ̣ό̣λου | ἐξουσίας παραβαίνειν τὸν δὲ παραβησόμενον 
          ἀποτίνειν τῷ ἐνμένοντι τό τε βλάβος καὶ ἐπίτι[μον] ἀργυρίου δραχμὰς 
          χιλίας καὶ ε[ἰ]ς τὸ δ̣η̣μ̣[όσιον τὰ]ς̣ ἴ̣σ̣α̣ς̣, καὶ μηδὲν ἧ̣σ̣[σον 
          κύρια μένειν τ]ὰ | προκείμενα. ἡ διαθήκη κυρία. (hand 2) 
          Εὐδαίμων Θωνασύχιος πεποίημαι τὴν [δια]θήκην κ[αὶ] κα[ταλεί]πω μ̣[ετὰ 
          τὴν τελευτὴν κληρονόμους τοὺς] —— 
          | υἱούς μου Θῶνιν καὶ Ὧρον καὶ Εὐδαίμονα ἐξ ἴσου ὧν ἐὰν ἀπολί[πω] οἰκοπέδων 
          καὶ ἐ[δα]φῶν κ[αὶ δούλ]ω̣ν̣ [σ]ω̣μ̣ά̣τ̣ω̣ν̣ [μό]ν̣[ον δὲ τὸ]ν̣ Θ̣[ῶ]ν[ιν] 
          | τῶν λοιπῶν μου πάντων ἐπὶ τῷ αὐτὸν ἀποδοῦναι <ἃ> ἂν ὀφείλω καὶ 
          δοῦν[α]ι τῷ Ὥρῳ καὶ Εὐδαίμονι [ἑ]κ̣α̣τ̣έ̣ρ̣ῳ̣ ἐπὰν ὦ̣σ̣ι̣ ἐ̣[τῶνκδραχμὰ]ς̣ 
          [π]εν-|τακοσίας , οὐκ ἐξόντος τῷ Ὥρῳ καὶ Εὐδαίμονι ἃ ἐμέρισα αὐτοῖς 
          πωλεῖν οὐδὲ ὑποτίθεσθαι ἄχ̣ρ̣ι̣ ἑ̣κ̣ά̣τ̣ερ̣[ος πληρώσῃ ἔτη εἴκοσι] | 
          πέντε , μέχρι δὲ τότε εἶναι αὐτῶν ἐπίτροπον τὸν Θῶνιν κα[ὶ τὸ]ν 
          κατὰ μητέρα πάππον Ἁρπαῆσιν τὸν κ[αὶ Ὧρον]. ἐ̣ὰ̣ν̣ δ̣έ̣ τ̣ι̣[ς] | τῶν 
          τριῶν  τελευτήσῃ  ἔστω  τὸ  μέρος  αὐτοῦ  
          τῶν  ἀδελφῶν  αὐτ[οῦ  ἐ]ξ  ἴσου ὡς πρόκιται. εἰμὶ 
          (ἐτῶν) ξα̣ [οὐ]λὴ πήχει δ̣ε̣[ξιῷ καὶ] ἔσ[τ]ιν | μου ἡ σφραγ[ὶς] Ἀθηνᾶς. 
          (hand 3) Κῦρος Κύρου τοῦ Διδύμου ἀπὸ τῆς αὐτῆς [πό]λεως 
          [μα]ρτυρῶ τῇ τοῦ Εὐδαίμονο[ς διαθήκ]ῃ καὶ [εἰμὶ (ἐτῶν) .. οὐλὴ ....] 
          | δ̣ε̣[ξιῷ κα]ὶ [ἔστ]ιν μου ἡ σφραγὶς Τύχης κυβερν̣ώσ̣ης. (hand 4) 
          Θέων Ζωίλου τοῦ Θέωνο[ς] ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τ[ῇ τοῦ Εὐ]δα[ίμονος 
          διαθήκῃ καὶ] | εἰμὶ ἐτῶν τριάκοντα ἐννέα οὐλὴ ποδὶ δεξιῷ καὶ ἔστι μου 
          ἡ σφραγὶς Σιληνοῦ. (hand 5) Πεμν̣ᾶς Βησᾶτος το[ῦ .....].[... ἀπὸ 
          τῆς αὐτῆς πό]-|λεως [μαρτυ]ρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν 
          τριάκοντα ὀ̣κτὼ οὐλὴ μήλῳ δεξ[ι]ῷ [καὶ ἔστιν μου ἡ σφραγὶς ...]  
          |  ....[.....]  (hand 6)  .[..]..ος  
          Θ̣ομπειδίσιος  τοῦ  Κομοάπιος  μαρτυρῶ  τῇ  
          τοῦ  Εὐδαίμονος δ[ιαθήκῃ καὶ εἰμὶ (ἐτῶν) ..] | [οὐλὴ ἀ]στραγάλῳ 
          ἀριστερῷ καὶ ἔστιν ἡ σφραγὶς Σαράπιδος. (hand 7) Θῶνις 
          Παμμ̣[ - ca. 18 - ] | [μαρτυ]ρῶ τῇ 
          τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ (ἐτῶν) [.]. ο[ὐ]λὴ μήλῳ <δε>ξιῷ 
          καὶ ἔσ[τιν μου ἡ σφραγὶς .....] | (hand 8) [ - ca. 12 - ] 
          τοῦ Ὥρου μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ (ἐτῶν) λ̣Ϛ̣ 
          οὐ(λὴ) ῥινὶ μέσῃ [καὶ ἔστιν μο]υ ἡ σφραγὶς Ἀθηνᾶς. | [(hand 9) 
          - ca. ? - ] μνημονείο(υ) Ὀξυρ(ύγχων) πόλ(εως). 
          | [(ἔτους) ι Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστο]ῦ  
          Κ̣α̣ι̣σ̣α̣ρ̣ε̣ί̣ο̣υ̣  ἐπαγο(μένων)  ε.  |  [διαθήκη  
          Εὐδαίμονος  Θωνασύχιος  τοῦ  Θώνιος μητρὸς Θα]ήσιος ἀπὸ 
          Ὀξ[υρ(ύγχων) πό]λ(εως). | 
|   |