TESTAMENTUM
OXYRHYNCHUM Will of Dionysius ( August 27, AD 117 ) |
P. Oxy. III, 489 ( Duke Data Bank of Documentary Papyri ). |
r |
[ἔτους
εἰκοστοῦ Αὐτοκράτορο]ς Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ
Δακικοῦ Παρθικοῦ μηνὸς Καισαρε[ίο]υ ἐπαγο(μένων)
δ Σεβα(στῇ), | [ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος,
ἀ]γαθῇ τύχηι. | [τάδε διέθετο νοῶν] καὶ φρο[νῶν Διον]ύσιος Ἁρποκρατίωνος
τοῦ Σαραπίωνος μητρὸς Ἐσορσόιτος ἀπ᾽
Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. | [ἐφ᾽
ὃν μὲν περίειμι] χρ[όνον τῶν ἰδίω]ν κύριον εἶναι καὶ χρᾶσθαι καὶ οἰκονομεῖν
περὶ αὐτῶν καὶ μεταδιατίθεσθαι καθ᾽
ὃν ἐὰν αἱρῶμαι | [τρόπον. μετὰ δὲ τελευτὴν μου] συνχωρῶ ἔχειν τὴν συνοῦσάν
μοι γυναῖκα Διογενίδα Πτολεμαίου ἀπὸ τῆς αὐτῆς πόλεως ἐφ᾽
ὃν περί-|[εστι χρόνον ἐνοίκησιν καὶ] χρῆσιν χωρὶς ἐνοικίου οἴκο[υ] ἑ̣ν̣ὸς
οὗ ἐὰν αὐτὴ αἱρῆται ἀφ᾽
ἧς ἔχω ἐπ᾽
ἀμφόδου βορρᾶ Κρηπῖδος | [λιθίνης οἰκίας σὺν εἰσόδῳ καὶ] ἐξόδῳ, ἥτις
καὶ ἕξει χρῆσιν ἐφ᾽
ὃν περίεστι χρόνον τῶν ὑπ᾽
ἐμοῦ ἀπολειφθησομένων ἔν τε τῶι | [αὐτῷ οἴκῳ καὶ ἐν τῇ οἰκίᾳ σκευ]ῶν
καὶ ἐπίπλων καὶ δουλείαν καὶ ἀποφορὰς τῆς δούλης μου Ἰλαροῦτος καὶ τῶν
ἐξ αὐτῆς | [ἐκγόνων τρεφομένων καὶ ἱματ]ιζομένων ὑπ᾽
αὐτῆς τῆς Διογενίδος. μετὰ δὲ καὶ τὴν αὐτῆς τελευτὴν εἶναι τὰ πάντα
μου | [μόνων τῶν ἐξ ἀλλήλων τέκν]ω̣ν, οἷς τέκνοις ἡμῶν οὐκ ἐξέσται τὰ
ἀπ᾽
ἐμοῦ εἰς αὐτοὺς ἐλευσόμενα ἑτέροις μερίζειν εἰ | [μὴ μόνῃ ἑκάστῃ αὐτῶ]ν
γενεᾷ καὶ μηδενὶ ἐξέστω τῷ καθόλου
ἐπέρχεσθαι τῇ γυναικί μου
Διογενίδι περὶ μηδενὸς τῶν | [ἐν τῇ διαθήκῃ πάν]των ἢ ἀποτίνειν τὸν
ἐπελ[ευσόμ]ενον ἐπιτίμου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας.
| [ἡ διαθήκη κυρία. (hand 2) Διονύσιος Ἁ]ρποχρατίωνος
τοῦ Σαραπίωνος πεποίημαι τὴν διαθήκην καὶ συγχωρῶ ἔχειν μετὰ τὴν | [τελευτήν
μου τὴν γυναῖκά μου] Διογενίδα Πτολεμαίου ἐφ᾽
ὃν περίεστι χρόνον ἐνοίκησιν καὶ χρῆσιν χωρὶς ἐνοι-|[κίου οἴκου ἑνὸς
οὗ ἐὰν αἱ]ρῆται ἀφ᾽
ἧς ἔχ[ω ἐν τ]ῇ̣ βορ<ρ>ᾶ Κρηπῖ[δι λ]ιθ̣ίνης οἰκίας ἐν ᾗ ἔξ̣[οδος]
κ̣α̣ὶ̣ εἴσοδος, ἥ̣τις̣ κ̣αὶ | [ἕξει χρῆσιν ἐφ᾽
ὃν περίεστι χρ]όνον τῶ<ν> ὑπ᾽
ἐμοῦ ἀπολειφθησομένων ἐν τῷ αὐτῷ οἴκῳ καὶ ἐν τῇ οἰκίᾳ σκευῶν καὶ ἐπί-|[πλων
καὶ δουλείαν κα]ὶ̣ ἀποφορὰς δούλης μου [Ἰ]λαροῦ[το]ς καὶ τῶν ἐξ αὐτῆς
ἐκγόνων τρεφομένων καὶ ἱματιζομέ-|[νων ὑπ᾽
αὐτῆς Διογενίδος]. μετὰ δὲ τὴν αὐτῆς
τελε[υτὴν ε]ἶναι τὰ πάντα μου μόνων [τ]ῶ̣ν̣ [ἐξ ἀλλ]ή̣λ̣ω̣ν̣ τ̣[έ]κνων
οἷς τέ[κ]-|[νοις ἡμῶν οὐκ ἐξέσται τὰ ἀπ᾽
ἐ]μοῦ εἰς αὐτοὺς ἐλευσόμενα ἑτέροις μερίζειν εἰ μὴ μόνῃ ἑκάστῃ αὐτῶν
γενεᾷ | [ὡς πρόκειται. εἰμὶ ἐτῶν .. οὐ]λὴ γόνατι ἀριστερῷ
καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Ἡρακλῆς ὁ καὶ Ἀπίων Ἀπίωνος ἔγρα-|[ψα
ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμ]ματα, (ἐτῶν) λζ οὐλὴ ποδὶ ἀριστερῷ. (hand 3)
Πλουτίων Β̣ή̣σ̣ιος Διογένους τοῦ Ἀπολλωνίου ἀπὸ | [τῆς αὐτῆς πόλεως
μαρτυρῶ τ]ῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν τεσσεράκοντα πέντε οὐλ(ὴ)
γό(νατι) δεξ(ιῷ) κ[αὶ] | [ἔστιν μου ἡ σφραγὶς ...... (hand 4) ..]χίων
Λυκρίωνος τοῦ Ἑρμογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου
διαθήκῃ | [καὶ εἰμὶ (ἐτῶν) .. οὐλ(ὴ) ..... καὶ ἔ]στιν
μου ἡ σφραγὶς. Ἑρμ̣[ο]ῦ. (hand 5) Πέδων Καλλιστράτου τοῦ
Ἀλεξάνδρου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ | [τῇ
τοῦ Διονυσίου διαθήκῃ καὶ εἰ]μὶ (ἐτῶν) λϚ
οὐ(λὴ) γό(νατι) δε(ξιῷ) καὶ ἔστιν μ[ου ἡ σφραγ]ὶς Ἡλίου Ἄμμωνος. (hand 6)
Ἀμμώνιος Ἡρακλείδου τοῦ Πτολεμαίου | [ἀπὸ τῆς αὐτῆς πόλεως μ]αρτυρῶ
τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν εἴκοσι πέντε οὐλὴ ὀφρύι | [δεξιᾷ
καὶ ἔστιν μου ἡ σφραγὶς] Ἁρποχράτου. (hand 7) Πανεχώτης
Διονυσίου τοῦ καὶ Ἀμοινομερίου ἀπὸ τῆς αὐτῆς πόλεως | [μαρτυρῶ τῇ τοῦ
Διονυσίου διαθή]κῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα δύο οὐλὴ ἀγκῶνι ἀριστερῷ
καὶ ἔστιν μου ἡ σφραγὶς | [ - ca. 22 - (hand 8)
]ο̣υ̣ τοῦ Ἡρακλείδου μητρὸς Διονυσίας τῆς καὶ Σαμβοῦτος ἀπὸ τῆς αὐτῆς
πόλεως μαρτυρῶ | [τῇ τοῦ Διονυσίου διαθήκῃ κ]αὶ εἰμ[ὶ] (ἐτῶν) λε ἄσημος
καὶ ἔστιν μου ἡ σφραγὶ[ς]
Ἡρακλέους. | (hand 9) [ - ca. ? -
μν]η̣μ̣ο̣νείου Ὀξυρύγχ(ων) πόλ(εως) | [(ἔτους) κ Αὐτοκράτορος
Καίσαρος Νέρουα Τραιανο]ῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ
ἐπαγο(μένων) δ Σεβα(στῇ). | [διαθήκη Διονυσίου Ἁρποκρατίωνος το]ῦ Σαραπίωνο(ς)
μητρὸς Ἐσορσόιτος ἀπ᾽
Ὀξ(υρύγχων) πόλ(εως). |
v |
[(ἔτους)
κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τρ]α̣ι̣ανοῦ Ἀρίστου Σεβαστοῦ [Γερ]μ̣[α]ν̣ι̣[κο]ῦ̣
| [Δακικοῦ Παρθικοῦ Καισαρείου ἐπαγο(μένων)
δ Σ]ε̣β̣α̣(στῇ) [δι]α̣θ̣[ή]κ̣(η) Διονυσίου Ἁρποκρατ[ίω(νος) τοῦ Σ]αραπίω(νος)
| [μητ]ρ̣[ὸς] Ἐσορσόιτος ἀπ᾽
Ὀξυρ(ύγχων) πόλ(εως). |
|