CONVENTIO
NUPTIALIS Marriage contract ( January 28, AD 260 ) |
P. Oxy. X, 1273 = Sel. Pap. I, 5 ( Duke Data Bank of Documentary Papyri ). |
ἀγαθῇ
τύχῃ. ἐξέδοτο Αὐρηλία Θαῆσις Εὐδαίμονος μητρὸς Ἡρα-|ΐδος ἀπ᾽
Ὀξυρύγχων πόλεως μετὰ συνεστῶτος Αὐρηλίου Θέωνος | τοῦ καὶ Νεπωτιανοῦ
καὶ ὡς χρημα(τίζει) τὴν ἑαυτῆς θυγατέραν Αὐρηλίαν | Ταυσεῖριν πρὸς γάμον
ἀνδρὶ Αὐρηλίῳ Ἀρσινόῳ Τρύφωνος μητρὸς Δη-|μητρίας ἀπὸ τῆς αὐτῆς πόλεως,
ᾧ προσφέρει ἡ αὐτὴ ἐκδότις ἐπὶ τῇ | αὐτῇ θυγατρὶ αὐτῆς καὶ γαμουμένῃ
ἐν φερνῇ χρυσοῦ κοινοῦ σταθμῷ | Ὀξυρυγχιτικῷ περιτραχήλιον μανιάκην
καλούμενον ἔχον λίθον | ὁλκῆς χωρὶς τοῦ [λί]θ[ο]υ τετάρτων δεκατριῶν ,
ἁπτώδιον ἔχον | λίθους πέντε περικεχρυσωμένους ὁλκῆς χωρὶς τῶν λίθων
τετάρτων | τεσσάρων , ἐνωτίων ζεῦγος ἔχον πίνας δέκα ὁλκῆς χωρὶς
τῶν πι-|νῶν τετάρτων τριῶν , δακτυλίδιον μικρὸν τετάρτης ἡμίσους ,
| καὶ ἐν ἱματίοις ἐν συντιμήσει δελματικομαφόρτην ἀργέντινον | ἔνσημον
δραχμῶν διακοσίων ἑξήκοντα , χιτώνιον λευκὸν μονα-|χὸν κροσ<σ>ωτὸν
ἔνσημον δραχμῶν ἑκατὸν ἑξήκοντα , δελματι-|κομαφόρτην καλλάινον δραχμῶν
ἑκατόν , ἕτερον δελματικομα-|φ[ό]ρ[τ]ην λευκὸν
προπόρφυρον δραχμῶν ἑκατόν , ὡς εἶναι ἐπι
τὸ αὐ-|τὸ τὴ̣ν̣ ὅ̣λ̣ην φερνὴν χρυσοῦ κοινοῦ μναιαῖον ἓν τετάρτας τέσσαρας
| ἥμισυ καὶ συντιμήσεως ἱματίων δραχμὰς ἑξακοσίας εἴκοσι , | πάντα
κεφαλαί[ο]υ̣ οἷς οὐδὲν προσεγράφη, περὶ ἧς προκειμένης φερνῆς | ἐ̣π̣[ε]ρ̣ω̣τηθεὶς
<ὑπὸ> τῆς ἐκδότιδος Αὐρηλίας Θαήσιος ὡμολόγησεν ὁ γαμῶν | Αὐρή[λιος]
Ἀρσίνοος ἐσχηκέναι ἀριθμοῦ πλήρεις ἐπὶ τοῦ προκειμένου | σταθμ[οῦ κ]α̣ὶ
συντιμήσεως. συνβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦν-|τες ἀμέμπτως φυλάσσοντες
τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν | ε̣.[..]. χορηγε̣ί̣[τω] τῇ γυναικὶ
τὰ δέοντα πάντα κατὰ δύναμιν. | ἐ̣[ὰν δ]έ̣, ὃ [μὴ ε]ἴ̣η, ἐκ διαφορᾶς
ἀπα[λλαγὴ τῶν γ]αμούντων γένηται, | ἀ̣π̣[οδότω] ὁ̣ γαμῶν τῇ ἐκδότιδ̣ι̣,
[ἐὰν περιῇ, εἰ δ]ὲ̣ μή, τῇ γαμουμένῃ, | τὴ[ν π]ρ[οκει]μένην φερνὴν π[λήρη
ἐν ἡμέρ]αις ἑξήκοντα ἀφ᾽
ἧς ἐὰν | α[ἴτη]μ̣α̣ γ̣έ̣ν̣ητ̣α̣ι, τ̣ὰ̣ μὲν χρυσία κ̣α̣τ̣᾽
ἀ̣[ρ]ί̣[θμη]σ̣ι̣ν̣ τοῦ ἐφ᾽
ἑκάστου σταθμοῦ, | ἐπὶ δὲ τῶν ἐπὶ συντιμήσεως ἱματίων α̣ἵ̣ρ̣εσις ἔσται
περὶ τοὺς περὶ τὴν | γαμουμένην ἔχειν αὐτὰ τῆς τότε ἐσομένης αὐτῶν συντιμήσεως
| καὶ λ̣α̣β̣εῖν̣ [τ]ὸ̣ ἐ̣ν̣δέον ἐν ἀρ[γ]υ̣ρ̣ίῳ ἢ αὐτὴν τὴν προκειμένην
συντίμη-|σιν, κ̣α̣ὶ̣ [τ]ὴ̣ν̣ τούτων πάν̣τ̣ω̣ν̣ τρίψιν καὶ ἀπουσίαν εἶναι
πρὸς τὸν γαμοῦν-|τα. [ἐὰ]ν̣ [δὲ] καὶ ἐπὶ τῆς ἀπαλλαγῆς ἐγκυος ᾖ ἡ γαμουμένη,
δότω αὐτῇ | ὁ γαμῶν εἰς λόγον δαπάνης λοχείας δραχμὰς τεσσαράκοντα .
ἐπὶ δὲ τῆς | ἀπαιτήσεως τῆς πρ[ο]κειμένης φερνῆς ἡ πρᾶξις ἔσται τοῖς
περὶ τὴν γα-|μουμένην παρά τ̣ε̣ τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῷ πάντων. | κυρία ἡ συνγραφὴ δισσὴ [γρα]φεῖσα πρὸς τὸ ἑκάτερον ἔχειν
μοναχόν, ἥνπερ ὁπη-|νίκα ἐὰν αἱρῶνται ἢ καί τις αὐτῶν δημοσιώσει διὰ
τοῦ καταλογείου | οὐ προσδεόμενος τῆς τοῦ ἑτέρου μεταλήμψεως οὐδὲ̣ ἑτέρας
εὐδοκήσεως | διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ
τοῦ ταῦτα | ὀρθῶς καλῶς γείνεσθαι ἀλλήλους ἐπερωτήσαντ[ε]ς ὡμολόγησαν.
| (ἔτους) ζ̣ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ
Πουπλίου | Λικι[νν]ί̣[ο]υ Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων
Εὐσεβῶν Εὐτυχῶν | καὶ Π̣[ο]υ̣π̣λ̣[ίο]υ Λικιννίου Κορνηλίου Σαλωνείνου
Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου | Καίσ[αρ]ος Σεβαστῶν Μεχεὶρ β. (hand 2)
Αὐρηλία Θαῆσις ἐξεδόμην | τὴν θυγατέραν μου πρὸς γάμον τῷ προτεταγμένῳ
| Ἀρσινόῳ καὶ προσήνεγκα αὐτῷ τὴν προκειμένην φερ-|νὴν ὡς πρόκειται
καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος | Θέων ὁ καὶ Νεπωτιανὸς συνέστην
αὐτῇ καὶ ἔγραψα ὑπὲρ | αὐ[τ]ῆς μὴ
εἰδυίης γράμματα. (hand 3) Αὐρήλιος Ἀρσίνοος | [ἔσ]χον
τὴν {την} προκειμέν̣η̣ν φερνή̣ν̣ | καὶ ἐάν, ὅ μὴ εἴη, ἀπαλλαγὴ γένη-|ται,
ἀποδώσω ὡς πρόκειται καὶ ἐπ-|ε[ρ]ωτηθεὶς ὡμολόγησα. |
|