CONVENTIO
NUPTIALIS Marriage contract between Sarapion and Thais ( April 19, AD 127 ) |
P. Oxy. III, 496 = M. Chr. 287 ( Duke Data Bank of Documentary Papyri ). |
ἔτους
ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φ[α]ρμ[ο]ῦθι
κδ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀ[γα]θῇ [τύ]χῃ, ἐ̣[πὶ Ἰο]υλίας
Σ̣[εβα]στ[ῆς]. | ἐξέδοτο Σαραπίων Σαραπίωνος τοῦ Σαραπίωνος
τοῦ Σαραπίωνος μητρ[ὸ]ς Θα[ί]δος Σαραπίωνος ἀπὸ [Ὀ]ξυρύ[γ]χω[ν
π]ό[λ]εως τὴν [ἑ]αυ[τοῦ] θυ[γ]ατέρ[α] Θαίδα μη̣[τ]ρὸ[ς ...]σ̣[..]μ̣ι̣[...]
Σαραπ[ί]ω̣[νι Εὐδ]αίμονος τοῦ Θέων[ος μητρὸ]ς̣ Ἡρᾶτος τῆ[ς ........ μη]τρὸς
Δ[ιδο]ῦτος, ἀ[πέχει δὲ ὁ γαμῶν παρὰ Σαραπίωνος τοῦ πατρὸς]
| [κ]αὶ ἐκδότου ...τ̣ι̣ω̣ν ζ̣ε̣ῦ̣γ̣ο̣ς̣
μναιαίων τριῶν καὶ τετάρτων δεκ[α]τεσσάρων ἡμ[ί]σο[υς] περ[ον]ίδιον
τετάρτων ὀκ̣[τ]ὼ̣ [..]..[.]δ̣ιον τετάρτων ἓξ ἁλυσίδιον ἔχον χλωροὺς
χ[..]τους λ̣ί̣[θο]υ̣ τοῦ χρυσίου ἄγοντος τετά[ρτας .... ἥ]μισυ
ὡς εἶναι ἐπὶ τὸ [αὐτὸ χρυσίο]υ̣ σταθμῷ Ὀξυρυγχειτ[ικῷ μναιαῖα πέντε
καὶ τετάρτας - ca. ? - ] | [κα]ὶ ἱματίων
συνθέσεις δύ̣ο̣ ζώνας δύο σανδυκίνη̣ν̣ ῥοδίνην ̣α̣τ̣ιον πάλ<λ>ιον
πάντα [δ]ὲ ἐν συντιμήσει ἀ[ρ]γυρίο[υ] δρα[χ]μῶ[ν] πεντακοσίων ἑξήκ[ο]ντα
[κ]αὶ ἀργυρίου δραχμὰς χ[ι]λία[ς ὀ]κτακοσίας ἑξήκοντα ὡ[ς ε]ἶναι ἐ[π]ὶ
τ[ὸ] αὐτὸ τὴν ὅλην φερνὴν [ἀργυρίου] Σεβαστοῦ νομίσματο[ς δραχμὰς τετρακισχιλίας
ἑκατόν , καὶ ἡ] | [τῆς] γαμουμένης μάμμη Θαὶς Σαραπίωνος μη[τ]ρὸς Ἡρακλού[το]ς
ἀπὸ τῆς αὐτῆς π[όλεως] μετὰ κυρίου τοῦ ἑ̣αυτῆ̣[ς] μ̣ὲ̣ν̣ ἑ̣τ̣έ̣ρ̣ο̣υ̣
υἱοῦ τοῦ δὲ ἐκδότου γνησίου ἀδελφοῦ Σαραπίωνος [Σα]ρ̣α̣π̣ί̣[ω]ν̣ο̣ς̣
[ὁ]μολογεῖ ἐν ἀγυι[ᾷ] τῇ αὐτῇ ἐγδοῦναι τὴ̣ν̣ Θ̣α̣ί̣δ̣[α κ]αὶ δίδωσι
τῇ [αὐ]τῇ Θαίδι .[ - ca. ? - Καλ]-|[λιτ]ύχης
καὶ [τ]ῶν ἐσομένων ε᾿ξ αὐτῆς ἐκγόνων τὴν <δὲ> δουλείαν καὶ ἀπ[ο]φορὰς
αὐτ[ῆς] συνέξει ὁ γαμῶν [..].μ̣[..]μ̣ω̣ν τῇ γαμου[μ]ένῃ ἐφ᾽
ὅσον σύνεισι ἀλλή[λοι]ς, [ο]ὐκ ἐξόντος τ[ῷ] γ̣[αμοῦ]ν̣τ̣[ι ..]ε̣τ̣ισθαι
τὴν δούλ[η]ν̣ ἄ̣ν̣[ε]υ̣ τῆ̣[ς - ca. 12 - ]υ̣
ο̣ὐ̣δ̣έ τ̣ι προ̣σφερό̣μ̣[ενον - ca. ? - οἰκίαν]
| [καὶ] αἴθριον κ[αὶ] αὐλὴν καὶ τὰ ταύτης χρηστήρια καὶ δοῦλα σώματα
Σαραποῦν [καὶ] Νικαροῦν καὶ τὰ τῆς Ν[ικα]ροῦτος ἔκγονα Σαραποῦν καὶ
Κέρδωνα καὶ [Ἐπίχ]α̣ρμον καὶ τὰ ἐσόμεν[α ἐξ α]ὐτῶν ἢ̣ ἄλ<λ>ων
ἔκ[γ]ονα κ[α]ὶ ἃ ἐ̣ὰ̣ν̣ π̣ρ̣ὸ̣[ς τούτοις ἐπ]ι̣κ̣τήσηται
ἢ̣ προσκ.[ - ca. ? - πωλεῖν
οὐδὲ ὑποτίθεσθαι οὐδὲ ἄλλως καταχρη]-|[μα]τίζειν
χωρὶς εὐδοκούσης τῆς γαμουμένης.
συμβιούτωσαν οὖν ἀλλή[λο]ις ἀμέμπτω[ς οἱ γ]αμοῦντες
καὶ χορ[η]γείτω ὁ γαμῶν τῇ γαμουμένῃ τὰ [δ]έοντα κατὰ δύν[α]μιν, ἐ[ὰ]ν
δέ τι διαφέρωντα[ι] πρὸς ἀλλήλους κ̣[αὶ βούλ]η̣ται
ἡ γαμουμένη ἀ[παλλάσσεσθαι ἀπὸ τοῦ γαμοῦντος - ca. ? -
ἐπει]-|[δὰν] ἡ ἀπαλλαγὴ [γ]ένηται
<ἡ> γ̣αμ̣ο̣υ̣[μέ]ν̣η̣ μὲν
ἀποσπάτω τ̣ὴ̣ν̣ δ̣[ο]ύ̣λην Καλλιτύχη[ν] καὶ
τὰ ἐσόμενα ἐξ αὐτῆς ἔκγονα καὶ [ἀ]ποδότω ὁ γαμῶν τῷ ἐκδότῃ ἐὰν περιῆν,
εἰ δὲ μή, τῇ γαμουμένῃ τὰς τῆς φερνῆς δ[ρ]αχμὰς τ̣ε̣τ̣ρα̣κ̣[ισχιλ]ίας
ἑκατὸν ἐν ἡμέρα[ις - ca. ? - ἀφ᾽
ἧς ἐὰν ἀπαιτηθῇ ἢ ἀποτεισάτω μεθ᾽
ἡμιολίας] | [...] ἕ̣κασ̣τα̣ κα̣ὶ̣ ..τ̣αδε̣............κ̣ιν̣ γένηται.
ἐὰν δὲ ἔνκ̣υ̣ο̣[ς] οὖσα ἡ γα[μου]μένη
ἀπαλλαγῇ δώσει αὐτῇ ὁ
γαμῶν ἄλλας εἰς λόγον
λοχείας δραχμὰς ἑξήκοντ[α] . [σ]υνφερομένων δ᾽
αὐτῶν εἴη μὲν ὑγεία, ἐ̣ὰ̣ν̣ δ̣[ὲ] .......η̣ τ̣ι̣ν̣α̣ τῶν γαμούντω[ν
τελευτῆσαι - ca. ? - ἐχέτω ὁ γα]-|[μῶν] τὴν
κατὰ τῶν ἑαυτοῦ ἐξου[σί]αν ἃ̣ ἐὰν αἱρῆται ἐπιτελε[ῖ]ν καὶ οἷς ἐὰν βούλη[ται]
μερίζε[ιν], ἐὰν δὲ μηδὲν
[ἐ]πιτελέσῃ εἶναι καὶ αὐτὰ μετὰ
τελευτὴν αὐτοῦ τῶν ἐξ ἀλλή[λ]ων [τ]έκνω[ν]. ε̣ἰ̣ δὲ ἦν [ὁ] γαμῶν πρότερος
[τ]ε̣τελ[ε]υτηκ[ὼ]ς ἐχέτω ἡ γαμουμένη [ - ca. ? - ]
| [....] ἔ̣στω ἡ γαμουμένη
κατὰ τὸ ἥ̣μ̣[ισυ] ἢ̣ ὁ̣
ἔγγιστος καὶ ὁ ὑπὸ
τοῦ γαμοῦντ[ος] κατασταθησόμ[ε]νος κατὰ τὸ ἕτερον ἥμισυ
ἀμφότεροι ἐπίτροποι, <τῶν> τέ̣κ̣νων παρὰ τῇ μητρὶ διαιτωμένων
ἕως ἡλικίας γέ[ν]ωντ[αι]. ἐὰν δὲ μηδένα ὁ γαμῶν τῆς ἡμισεί[ας] [ἐπιτροπῆς
ἐπίτροπον καταστήσῃ ἔστω μόνη ἡ γαμουμένη ἢ] | ὁ̣ [ἔ]γγιστος, οὐδενὶ
ἐξόντ[ο]ς ἐ̣κ̣β̣ά̣[λλε]ι̣ν αὐτὴν τῆς ἐπιτροπῆς οὐδὲ μέρ[ου]ς. ἐὰν δὲ
ἡ γαμουμένη προτέρα τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ
τῶν γενομένων μεταλλαξάντων ἀτέκνων ἀποδότω ὁ γαμῶν τὰ ἐ[ν φερνῇ - ca. ? -
ἀργυρίου δραχμὰς τετρα]-|κισχιλίας ἑκατὸν ἐν ἡμέραις ἑξ[ή]κοντα καὶ
ἀναπεμπέσθω εἰς τοῦς αὐτοὺς περὶ τὴν γαμουμένην τὰ ἄλλα αὐτῆς πάντα.
ἐὰν δὲ ὡσαύτως ὁ γαμῶν[π]ρ[ό]τερος τελευτήσῃ τ[έκ]νων α[ὐ]τοῖς μὴ ὄντων
ἐξ ἀλλήλων ἢ καὶ τῶν γενομένων ἐπιμετα[λλαξάντων ἀτέκνων] | ἀποσπάσασα
τὴν δούλην Καλλιτύχην καὶ τὰ ἐσόμενα ἐξ αὐτῆς ἔκγονα, ἕως δ᾽
ἂν κομίσηται κυριευέτω πάντων, ἐπὶ δὲ πασῶν τῶν διαστολῶν ἐκλογῆς οὔσης
περὶ τὴν γαμουμένην ἐὰν αἱρῆται ἔχειν τὰ προκείμενα ἐν φερνῇ χρυσία
[ἄγοντα τὴν αὐτὴν ὁλκὴν ἢ τὴν ἴσην συντίμησιν] | τῆς πράξεως γινομένης
τῇ γαμουμένῃ καὶ τοῖς αὐτῆς ἔκ τε τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῷ π[ά]ντων καθότι πρὸς ἀλλήλους συνεχώρησαν. γνωστὴρ ἀμφοτέρων (hand 2)
Δ[ι]ογένης Ἱέρακος γραμμ[ατεὺς ἀπ]ὸ τῆς αὐτῆς πόλεως ἐν̣ [ἀγυιᾷ τῇ αὐτῇ]. |
|