LOCATIO
REI Lease of land ( October 15, AD 261 ) |
P. Oxy. LXVII, 4595 = SB XII, 11081 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσεν
Αὐρηλία | Διονυσία θυγάτηρ Θέω-|νος τοῦ καὶ Διονυσοθέω-|νος ἀφῆλιξ δι᾽
Αὐρηλίου | Ἀπολλωνίου ἐπιτρόπου | Κλαυδίῳ Ἀπελλεῖ τῷ καὶ Ἰσι-|δώρῳ υἱῷ
Ὡρίωνος οὐετρα-|νοῦ τῶν ἐντίμως ἀπολε-|λυμένων, εἰς ἔτη τέσσερα | ἀπὸ
τοῦ ἐνεστῶτος β (ἔτους) ἀπὸ | τῶν ὑπαρχόντων αὐτῇ περὶ | Σκὼ ἐκ τοῦ
Πεδιέως κλήρου | βασιλικῆς ἄρουραν μίαν ἥμι-|συ τέταρτον ὥστε κατ᾽
ἔτος | σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν | αἱρῆται ὁ μεμισθωμένος, | φόρου
ἀποτάκτου κατ᾽ ἔτος | πυροῦ ἀρταβῶν ὀκτὼ ἀκι(ν)-|δύνων
παντὸς κινδύνου. | ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι, | ὃ μὴ εἴη, ἄβροχος γένηται,
| παραδεχθήσεται τῷ μεμισ-|θωμένῳ, τῶν τῆς γῆς | κατ᾽
ἔτος δημοσίων ὄντω(ν) | πρὸς τὴν γεοῦχον. κυριευ<έ>τω | δὲ τῶν
καρπῶν ἕως τὰ κα-|τ᾽ ἔτος ὀφειλόμενα ἀπολάβῃ.
| βεβαιουμένης δὲ τῆς μισ-|θώσεως, ἐπάναγκον μετρεί-|τω ὁ μεμισθωμένος
τὸν | πυρὸν κατ᾽ ἔτος εἰς τὸ δημό-|σιον ὑπὸ
τὴν ἑκάστου ἔτους | πρώτην μέτρησιν καὶ θέ-|μα τούτων καθαρὸν ἀναδό-|τω
τῇ γεούχῳ, τῆς πράξε-|ως οὔσης παρά τε τοῦ με-|μισθωμένου ὡς καθήκει.
| κυρία ἡ μίσθωσις, περὶ ἧς | ἐπερωτηθεὶς ὁ μεμισ-|θωμένος ὡμολόγησεν.
| (ἔτους) β Αὐτοκρατόρων | Καισάρων Τίτου Φουλουίου | Ἰουνίου Μακριανοῦ
καὶ Τίτο\υ/ | Φουλουίου Ἰουνίου Κυήτου | Εὐσεβῶν Εὐτυχῶν | Σεβαστῶν,
Φαῶφι ιη. | —— (hand 2) Κλαύδιος
Ἀπελλῆς ὁ καὶ | Ἰσίδωρος μεμίσθω-|μαι τὴν γῆν καὶ ἀποδώ-|σω πάντα ὡς
πρόκειτα[ι] | καὶ ἐπερωτηθεὶς ὡμο-|λόγησα. |
|