LOCATIO
REI Lease of land ( October 31, AD 296 ) |
P. Oxy. LV, 3802 ( Duke Data Bank of Documentary Papyri ). |
[ἐπὶ
ὑπάτων τ]ῶν κυρίων ἡμῶν Διοκλητιανοῦ | Σ[εβαστοῦ τὸ Ϛ]
καὶ Κωνσταντίου ἐπιφανεστάτου | Καί[σαρος τ]ὸ β. vac.? | Αὐρηλίῳ
Πλωτείνῳ Ε̣ὐ̣δ̣αινος ἐξηγη(τ ) βουλευτῇ | τῆς λαμ(πρᾶς) καὶ λαμπροτάτης
Ὀξυρυγ̣’χ̣ιτῶν πόλεως | παρὰ Αὐρηλίου Ἀκούειτος Ἄπιτ̣ος μη(τρὸς) Τσεν-|θώνιος
ἀπὸ τῆς αὐτῆς πόλεως καταγεινομένου | ἐν ἐποικίῳ Ψενεῦαρ περὶ Σενέπτα.
ἑ[κουσίως] | ἐπιδέχομαι μισθώσασθαι πρὸς μόν[ον τὸ] | ἐνεστὸς ιγ ((s-etous))
καὶ ιβ ((s-etous)) καὶ ε (ἔτος) ἀπὸ τ̣ῶ̣[ν ὑπαρχόντων] | σοι
περὶ Σενέπτα ...[ - 15-20 - ] | βεν
ἀπὸ ἀρουρῶν ε.[ -2-4 - ἄρουραν μίαν] | ἥμισυ
ὥστε ταύτην ξ[υλαμῆσα]ι χόρτῳ̣ {φ̣ό̣ρ̣ο̣[υ]} | φόρου τῆς αὐτῆς {αὐτῆ̣[ς}
ἀ]ρού̣ρης μιᾶς ἡμί-|σους ἀργυ̣ρίου δραχμῶν χειλίων, (γίνονται) (δραχμαὶ)
Α, ἀκιν-|δύνων̣ [πα]ν̣τὸς κινδύνου, τῶν τῆς γῆς δημοσίω(ν) | ὄντων π̣ρ̣ὸ̣ς̣
σὲ τὸν γεοῦχον κυριεύοντα τῶν | καρπῶν ἕως τὸν φόρον ἀπολάβῃς. βεβαιουμέ-|ν̣[ης
δέ μοι τῆς] ἐπιδοχη ἐπάναγ’κες ἀποδώσω τὸ(ν) | φ[όρον τῷ Π]αχὼν μηνὶ
ἀνυπερθέτως γεινο-|μ[ένης τῆς πρά]ξ̣ε̣ω̣ς̣ παρά τε ἐμοῦ ὡς καθήκει.
κυρί-|α ἡ [ἐπιδοχὴ κ]αὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα.
| (ἔτους) ιγ [καὶ ιβ] τῶν κυρίων
ἡμῶν Διοκλητιανοῦ | καὶ Μα[ξιμιανο]ῦ Σεβαστῶν καὶ ε (ἔτους) τῶν
κυρίων | ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ | τῶν ἐπιφανεστάτων Καισάρων,
Ἁθὺρ δ. | ——
(hand 2) Αὐρήλιος Ἀκοῦεις ἐπεδεξάμην εἰς μίσ-|θωσιν ἄρουραν
μίαν ἥμισυ καὶ ἀποδώσω | τὸν φόρον ὡς πρόκ(ειται) καὶ ἐπερωτηθεὶς |
ὡμολόγησα. Αὐρήλ(ιος) Σιλβανὸς | ὁ καὶ Θώνιος ἔγραψα ὑ(πὲρ αὐτοῦ) μὴ
(εἰδότος) γράμ̣μ̣α̣τ̣α̣. |
|