LOCATIO
REI Lease of a pottery ( September 5, AD 243 ) |
P. Oxy. L, 3595 ( Duke Data Bank of Documentary Papyri ). |
Αὐ̣ρ̣[ηλίαις
Λε]ο̣νταροῦτι καὶ Πλουσίᾳ κ̣αὶ ὡς χρηματίζετε διὰ Αὐ-|ρ[ηλίου ....]ο̣δώρου
ἐπιτρόπου παρὰ Αὐ̣ρηλίου Παήσιος Ἡφαιστᾶ-|τ̣[ος
μητρὸ]ς̣ Θαϊσοῦτος καταγε̣ινομένο̣υ̣ ἐν κώμῃ Σενέπτα | κε̣[ραμέως
ο]ἰ̣νικοῦ κεράμου. ἑκουσίως ἐπι̣δέχομαι̣ μ̣ισθώσασθαι | ἐπ̣ὶ̣ χρόνον
ἔτη δύο ἀπὸ τοῦ ὄντος μη̣νὸς Θὼθ τοῦ ἐνεστῶτος | ζ (ἔτους) τὸ ὑπάρχον
ὑμῖν ἐν ἐποικ̣ίῳ μεγάλ̣ῳ κτήματος περὶ Σενέ-|πτα κεραμ\ε/ῖον οἰνικοῦ
κεράμου σὺν̣ τ̣α̣ῖς τούτου καμάραις | καὶ καμίνῳ καὶ λίθῳ κεραμευτικῷ
καὶ τοῖς̣ ἄλλοις χρη-|στ̣η̣ρίοις, ἐπὶ τῷ με κατ᾽ ἔτος πλ̣άσαι ὑμῖν κα̣ὶ
ὀπτῆσαι | κ̣α̣ὶ̣ ὑποκαῦσαι καὶ πισσῶσαι κοῦφα Ὀξυρυγχειτικὰ τετρά-|χ[ο]α
λεγόμενα ἀριθμῷ̣ μυρ<ι>άδα μ̣ί̣α̣ν καὶ πεντακισχί-|λια ,
διπλοκέραμα ἑκατ̣ὸ̣ν πεντήκοντα , δίχοα ἑκατὸν πεν̣-|τήκοντα ,
ὑμῶ̣ν παρεχουσῶν χοῦν χαυνόγειον | καὶ ἀμμόγειον καὶ μελ̣[ά]ν̣γειον
κ̣αὶ πρὸς τῇ καμίνῳ | τὰ αὐτάρκη καύματα κα̣ὶ̣ ὕδατα εἰς τὴν δεξαμ̣ε̣ν̣ὴν
| κ̣α̣[ὶ] πρὸς πι̣σσοκοπ̣ίαν πίσσης ὁλκ̣ῆς μέτ̣ρῳ Ἀλίνης | ὡς τῆ\ς/
μυρ<ι>άδος μιᾶς τ̣άλαντ̣α̣ εἴ̣κοσι ἕξ , ἐμοῦ δὲ παρέ-|χοντος
ἐμαυτῷ τοὺς αὐτάρκεις πλάστας καὶ ὑπουργοὺς | καὶ ὑποκαύστ̣ας καὶ λαμβάνοντος
ὑπὲρ μισθοῦ̣ μ̣όνω̣ν̣ | τῶν ἁπλοκεράμων ὡς τῶν ἑκατὸν δραχμὰς τριάκον-|τα
δύο καὶ ὑπ̣ὲρ ἐκτάκτου τῆς μυ̣ριάδ̣ος οἴνου κεράμια δύο | ὄξους κεράμια
δύο . τὰς δὲ συναγομέν̣ας τῶν μισθῶν | δραχμὰς τετρακισχι<λί>ας
ὀκτακοσίας ἀπολήμψομαι κατ᾽ ἔ-|τος ταῖσδε ταῖς δόσεσι, ἀπὸ Θὼθ ἕως̣
Παχὼν κατὰ μῆ-|να̣ δραχμὰς τετρακοσίας , Παῦνι Ἐπεὶφ εἰς ὑπόκαυσιν
κατὰ μῆ-|να δραχμὰς πεντακοσίας , Μεσορὴ τὰ̣ς λοιπὰς δραχμὰς |
διακοσίας . ἐὰν δὲ μετὰ τ̣ὸν προκείμενον ἀριθμὸν ἕτε-|ρα κοῦφα
πλ̣άσω καὶ τούτ̣ων χρ̣είαν ἔχητε, ἔξεσται ὑ-|μῖν βαστάξ̣α̣ι̣ αὐτὰ λαμ̣βάν̣[ο]ντός
μου παρ᾽ ὑμῶν | τὸ̣ν ἴσον μισ̣θ̣ὸν καὶ τὴν πίσ̣σ̣αν κα̣ὶ̣ τ̣ὰ̣ ἄλλα
κ̣αθ᾽ ὁ̣μ̣ο̣ιό-|τη̣τα τοῦ πρ̣ο̣κειμένου ἀριθμοῦ. β̣ε̣β̣α̣ι̣ουμένης δ̣έ̣
μοι | τῆ̣ς ἐπιδοχ̣ῆ̣ς̣ παραδώσω τ̣ὰ̣ π̣ροκ̣ε̣ί̣μ̣ενα κοῦφα ἐ-|π̣ὶ̣ τῶν
το̣ῦ αὐτοῦ κε̣ραμε̣ίο̣υ̣ ψυγ̣μῶν ἀ̣π̣ὸ χειμε-|ρινῆς πλάσεως καλῶς ὠπ̣τημένα
καὶ πεπ̣ισσο̣κ̣ο̣-|πημένα ἀπὸ̣ πυθμένος μ̣έ̣χρι χειλῶν μὴ πιδῶ(ν)-|τα
χωρὶς θεραπευσίμων καὶ <ἐ>πισινῶν ἑκάστου τετρα-|χόου χωροῦντος
μέχρι χείλους κοτύλ̣α̣ς Μαξιμια-|νὰς εἴκοσι καὶ ἐπὶ τέλε̣ι τοῦ χρόνου
παραδώσω τὸ αὐ-|τὸ κεραμεῖον καθαρὸ̣ν ἀπὸ σποδοῦ καὶ ὀστράκ̣ω̣ν̣, |
γεινομένης τῆς πράξεως ὡς καθήκει, μένοντ̣ο̣ς | τοῦ λόγου περὶ ὧν ἐὰν
φανῶ ὀφείλων. ἡ ἐπ̣ι̣δ̣[ο] | χὴ κυρία καὶ ἐπερω̣[τ]ηθ̣εὶς ὡμολ̣όγησα.
(ἔτους) ζ̣ | Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ | Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ζ. | ——
(hand 2) Αὐρήλιος Παῆσις Ἡφα̣[ιστᾶ]τ̣ος μεμίσθωμαι τὸ
κερα-|μεῖον καὶ ποιήσομαι τὴ̣[ν πλά]σιν τῶν προκειμένων | κούφ̣ων μυρίων
κα̣ὶ πεντακισχιλίων , διπλοκε̣ρά-|μων ἑκατὸν πεντήκ̣[οντα] ,
διχόων ἑκατὸν πεντή-|κοντα ἐπὶ τοῦ ἐπάνω μισθοῦ̣ [καὶ] ἐκτάκτων καὶ
παραδώ-|σω ὡς πρόκειται, κα̣[ὶ ἐπερωτη]θ̣ε̣ὶ̣ς ὡμολόγησα. Αὐρή-|λιος
Θέων ὁ καὶ Ἀσ[κληπιάδης ἔγρα]ψα̣ ὑπὲρ αὐτοῦ μὴ εἰ-|δότος γράμμ[ατα,
μένοντος τοῦ] λ̣όγου ὡς ἐπάνω δεδή-|λωτ̣α̣ι̣. ..[ - ca. ? - ]
vac. ? | [ - ca. ? - ]
vac. ? | --
-- -- -- -- -- -- -- -- -- |
|