LOCATIO
REI Lease of a pottery ( September 22, AD 260 ) |
P. Oxy. L, 3597 ( Duke Data Bank of Documentary Papyri ). |
Σεπτιμίῳ
Εὐδαίμονι γυμνασιάρχῳ βουλ(ευτῇ) τῆς Ὀξυρυγχ(ιτῶν) πόλ(εως) | παρὰ Κλαυδιανοῦ
ἰδίο̣υ κεραμέως. ἑκουσίως̣ ἐπιδέ-|χομαι μισθώσασθαι πρὸς τὸ ἐνεστὸς
α (ἔτος) τὸ κατὰ σ̣ὲ̣ τρίτον | μέρο̣ς̣ οὗ ἔχεις κο̣ι̣νοῦ πρὸς τοὺς ἀδελφοὺς̣
σου πρὸς ᾧ | ἔχετε {π̣ρος} χωρίῳ ὑ̣μ̣ῶν περὶ Σέννιν κεραμίου οἰνικοῦ
| κερά̣μ̣ου καὶ τῶν ἐν α̣ὐ̣τῷ καμίνων καὶ καμαρῶν καὶ χρη-|στη̣ρ̣ί̣ων
πάντων, ἐπὶ τῷ με πλάσαι σοι ἀπὸ χειμερινῆς | πλά̣σ̣ε̣ω̣ς κοῦφα Ὀ̣ξ̣υ̣ρ̣υ̣γ̣χιτικὰ
τετρ̣άχοα καλούμενα | ἀριθμ̣ῷ ὀκτακισχίλια , διπλοκέραμα ἑκατόν , δίχο̣α
τριά-|κοντα , τ̣ῶ̣ν̣ σ̣ῶν π̣αρεχόντων μ̣οι ἐν τῷ κεραμείῳ χοῦν
| μελάγγειον, ἀμμόγειον, χαυνόγειον καὶ τὰ ἄλλα ἐνχρῄζοντα | πάντ̣α̣,
λαμβάνοντό̣ς̣ μου ὑπὲρ μισθ̣οῦ τῆς μὲν πλά̣σεως | καὶ ὀπτήσεως̣ κα̣ὶ
πισ̣σ̣ώ̣σ̣ε̣ω̣ς̣ ὡ̣ς̣ τῶν κούφων ἑκατὸν δραχμὰς | τριάκοντα̣ δύ̣ο̣ ,
γ̣ε̣ί̣(νονται) ἐ̣π̣ὶ̣ τ̣ὸ̣ αὐτὸ δραχμαὶ δισχίλιαι πεντακόσι-|αι ἑ̣ξ̣ή̣κ̣ο̣ν̣τ̣α̣ ,
ἀφ᾽ ὧν̣ ὑ̣πολ̣ογοῦ̣νται ὑπ̣ὲ̣ρ μὲν ἀποφορῶν μου̣ | τ̣ο̣ῦ̣ Κ̣λ̣α̣υ̣δ̣ι̣α̣ν̣ο̣ῦ̣
δ̣ρ̣α̣χ̣μ̣αὶ ἑπτακόσιαι . τὰς δὲ λοιπὰς δραχμὰς χι-|λίας ὀκτ̣α̣κ̣ο̣σ̣ί̣α̣ς̣
ἑ̣ξ̣ή̣κοντα ἀπολήμψομαι παρὰ σοῦ ἀπὸ τοῦ ὄντος | μηνὸ̣ς̣ Θ̣ὼ̣θ̣ ἕ̣ω̣ς̣
Τ̣ῦ̣βι καὶ αὐτοῦ Τῦβι κατὰ μῆνα δραχμὰς διακοσί-|ας , Με̣χ̣ε̣ὶ̣ρ̣
δ̣ρ̣α̣χ̣μ̣ὰ̣ς̣ τ̣ρ̣ι̣α̣κοσίας , Ἐπεὶφ Μεσορὴ πρὸς τὴν ὑπόκαυσι(ν) |
τ̣ὰ̣ς̣ λ̣ο̣ι̣π̣ὰ̣ς̣ δ̣ρ̣α̣χ̣μ̣ὰ̣ς̣ πεντακοσίας <ἑξήκοντα(?)> .
πρὸς δὲ καπνισμὸν τῶν | κού̣φ̣ω̣ν̣ κ̣α̣ὶ̣ ὑ̣π̣ό̣κ̣α̣υ̣σ̣ιν παρέξεις
μοι ἐν τῷ κεραμείῳ τὰ ἐνχρῄ-|ζοντα κ̣α̣ύ̣μ̣α̣τ̣α̣ κ̣α̣ὶ πρὸς τὴν πίσσωσιν
τούτων τὴν ἐνχρῄ-|ζ̣ο̣υ̣σ̣αν̣ π̣ί̣σ̣σ̣α̣ν̣, σ̣οῦ ἐπακολουθοῦντος τῇ
πισσώσει. π̣αρέξεις | δ̣έ̣ μοι ἀ̣δ̣ι̣α̣λείπτως εἰς τὴ̣ν δεξαμενὴν τὰ
ἐνχρῄ̣ζ̣οντα ὕδα-|τα. δ̣ι̣...... δέ σοι χωρὶς τῶν προκειμένων κούφω̣ν̣
ὠπτημένα | κ̣α̣ὶ̣ π̣ε̣π̣ι̣σ̣σ̣ωμένα ἀριθ̣μ̣[ῷ] ἑ̣κατόν , λαμβάνοντ̣ός
μου ὑπὲ̣ρ̣ | ἐ̣κ̣τ̣ά̣κ̣τ̣ω̣ν ὄξους κεράμια δύ̣ο , φακῆς ἀρτάβην
μίαν . βε-|βα̣ι̣ουμέ̣ν̣ης̣ δέ μοι τῆς ἐπιδοχῆς ποιήσω
τὴν τῶν κούφων | π̣λ̣ά̣σιν̣ κ̣[αὶ] ὄπτησιν κα̣ὶ̣ π̣ίσσωσιν παρέχων ἐμαυτῷ
πλά-|σ̣τ̣α̣ς̣ καὶ̣ [.....]ειαν πᾶσαν καὶ ἀ̣ποδώσω τὰ κοῦφα τῷ Ἐπεὶφ
| μηνὶ ἐ̣π̣ὶ̣ τ̣ῶ̣ν̣ τ̣ο̣ῦ̣ κεραμείου ψυγμῶν ἀπὸ χειμερινῆς πλά-|σεως
κα̣λ̣ῶς ὠπ̣τημένα καὶ πεπισσωμένα ἀπὸ χείλους ἄχρι πυ-|θμέ̣ν̣ο̣ς̣ εὐάρεστα
μὴ πιδῶντα χωρὶς θεραπευσίμων καὶ | ἐπισινῶν καὶ ἐπὶ τέλει τοῦ χρόνου
παραδώσω τὸ κεραμεῖον | κατὰ τὸ μισθο̣ύ̣μενόν μοι μέρος <καθαρὸν>
ἀπὸ σποδοῦ καὶ ὀστ̣ρ̣άκων, | τῆς πράξ̣ε̣ώς̣ σοι ο̣ὔσης ὡς καθήκει. κυρία
ἡ ἐπιδοχὴ καὶ | ἐπερωτ̣η̣θεὶς ὡμολό̣γ̣η̣σ̣α̣. (ἔτους) α̣ Αὐτοκρατόρων
Καισάρω(ν) | Τίτου Φουλβίο̣υ Ἰουν̣ίου Μακριανο̣ῦ̣ καὶ Τίτου
Φουλβίου Ἰουνίο̣υ̣ | Κο̣υιήτου Εὐσεβῶν
Εὐτ̣υχῶν Σεβασ̣τ̣ῶν Θὼθ κε. | ——
(hand 2) Σεπτίμ(ιος) Εὐδαίμων σεσημ(είωμαι) | λοι(π )
ἐν αὐτῷ ἀπ(ὸ) λόγου ζ (ἔτους) | κοῦφ(α) ρν, διπλοκέραμ(α) κα, δίχοα
γ̣, | πίσσης (τάλαντον) α. |
|