LOCATIO
REI Lease of land ( AD 218-261 ? ) |
P. Oxy. L, 3592 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσεν
Αὐρήλιος Ζωΐλος | Διογένους ἀπ᾽ Ὀξυρύγ’χων πόλεω(ς) | Αὐρηλίῳ Θώνει
Πτολλᾶτος μητ̣ρὸ(ς) | Ταϋσείριος ἀπὸ κώμης Μερμέρθω(ν) | ἱερεῖ̣ Μένδητος
θεοῦ μεγίστου | εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος β (ἔτους) | τὰς ὑπαρχούσας
αὐτῷ περὶ τὴν αὐτὴ(ν) | Μερμέρθα ἐκ τῶν Σπαρτάκου καὶ Ἑρ-|μοκράτους
κλήρων ἀρούρας πέν-|τε ἥμισυ τέταρτον ἢ ὅσαι ἐὰν ὧσι | ὥστε κατ᾽ ἔτ̣ο̣ς
σπεῖραι καὶ ξυλαμ̣ῆ-|σαι πυρῷ χλωροῖς ἐξ ἡμισείας , ἐκ-|φορίου
καὶ φόρου ἀποτάκτου κα-|τ᾽ ἔτος πυροῦ ἀρταβῶν εἴκοσι τεσ-|σάρων καὶ
δραχμῶν ἐνενή-|κοντα ἕξ , ἀκινδύνων παντὸς | κινδύνου, τῶν τῆς γῆς κατ᾽
ἔτος | δημοσίων ὄντων πρ̣ὸς τὸν με̣-|μισθωκότα, ὃν καὶ κυριεύειν̣ |
τῶν καρπῶν ἕω̣ς τὰ κατ᾽ ἔτος̣ ὀ̣-|φειλόμενα κομίσηται. ἐὰν δέ τι[ς],
| ὃ μὴ εἴη, ἄβροχος γένηται, παρα-|δεχθήσεται τῷ μεμισθωμέ-|νῳ, ὃς καὶ
βεβαιουμένης τῆς | μισθώσεως ἀποδότω τὰ κατ᾽ ἔτο̣[ς] | ὀφειλόμενα μηνὶ
Παῦνι, τὸν δὲ | πυρὸν ἐ̣φ᾽ ἅλω τῆς κώμης νέον | καθαρὸν ἄδολον [[.]]
ἄβωλον | ἄκριθον κεκοσκινευμένον | [.].[.].[
- - - ] | Papyrus breaks |
|