LOCATIO
REI Lease of land ( September 18, AD 219 ) |
P. Oxy. L, 3591 ( Duke Data Bank of Documentary Papyri ). |
(hand 1) ἐμίσθωσεν Αὐρήλιος | Διοσκουρίδης ὁ καὶ Κά-|στωρ γυμνασιαρχήσας | βουλευτὴς τῆς Ὀξυρυγχει-|τῶν πόλεως Αὐρηλίῳ Σα-|ραπίωνι Ἀθηνοδώρου | τοῦ Σαραπίωνος ἀπὸ τῆς | αὐτῆς πόλεως εἰς ἔτη | τέσσαρα ἀπὸ τοῦ ἐνεστῶ-|τος γ (ἔτους) τὰς ὑπαρχούσας | αὐ̣τ̣ῷ κ̣αὶ τοῖς κοινωνοῖς̣ | αὐτοῦ περὶ Με̣ρμέρθα ἐκ | (hand 2) Μετόκου καὶ Μετόκ(ου) (hand 1) ἀρούρας δέκα | ὥστε κατ᾽ ἔτος σπεῖραι καὶ | ξυλαμῆσαι πυρῷ χλωροῖς | ἐξ ἡμισείας ἐκφορίου καὶ φό-|ρου ἀποτάκτου κα-|τ᾽ ἔτος πυροῦ ἐν θέματι ἀρ-|ταβῶν εἴκοσι ἑπτὰ καὶ δρα-|χμ̣ῶ̣ν̣ διακοσίων ὀκτὼ ἀ-|κίνδυ̣να̣ πάν̣τα παντὸς | κινδύνο̣[υ] τ̣ῶ̣ν τῆς γῆς κα-|τ᾽ ἔτος δημοσίων ὄντων | πρὸς τοὺ̣ς γεούχους οὓς | καὶ κυριεύειν τῶν καρπῶν | [ἕ]ως τὰ κατ᾽ ἔτος ὀφειλόμε-|να κομίσωνται. ἐὰν δέ τις | τοῖς ἑξῆς ἔτεσ̣ι, ὃ μὴ εἴη, \ἄβροχο̣ς̣ γ̣(ένηται)/ πα-|ραδεχθήσετ̣αι τῷ μεμι-|σθ[ωμ]έ̣[ν]ῳ. κ̣α̣ὶ̣ βεβαιουμέ-|νης̣ τῆ[ς] μισθώσεως ἀποδό-|τω ὁ μεμισθωμένος τ[ὸ]ν μὲν̣ | φόρον τῷ Παῦνι μηνὶ, τὸν δὲ | πυρὸν ἐπάναγκον μετρείτω | εἰς δημόσιον θησαυρὸν ἰδίαις | ἑαυτοῦ δαπάναις, οὗ καὶ θέμα κα-|θα̣ρὸν ἀπὸ πάντων ἀναδό-|τω τῷ μεμισθωκότι ὑπὸ τὴν̣ | πρώτην ἑκάστου ἔτους μέτρη-|σιν ἀνυπερθ̣έ̣τως. κυρία ἡ μί-|σθωσ̣ι[ς]. (ἔτους) γ̣ Αὐτοκράτορος | Καί[σ]αρος Μάρ̣κ̣ου Αὐρηλίου | Ἀντωνίνου Εὐσ̣ε̣βο[ῦ]ς | Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ κ. | ———————— (hand 3) .. Αὐρήλ(ιος) Διοσκουρίδης γυ-|μ̣[ν]α(σιαρχήσας) καὶ ὡς χρη(ματίζω) μεμίσθω-|κα ὡς πρό̣κειτα[ι]. |
|