EMPTIO
FUNDI Sale and cession of land ( October 27, AD 274 ) |
P. Oxy. XLIX, 3498 ( Duke Data Bank of Documentary Papyri ). |
[Γάϊος Ἰούλιος Διογένης - 40-45 - ]..[.].[.]ς τῆς λαμπροτάτης | [ - 30-35 - τῆς λαμπρᾶς καὶ] λα[μ]προτάτης Ὀξ[υ]ρ̣υ̣γ̣χειτῶν πόλε[ω]ς υἱὸς Γαΐου | [Ἰουλίου Τείρωνος - 20-25 - ]α̣ρχήσαντος τῶν λαμπρῶν πόλεων Ὀξυρυγχειτῶν | [καὶ - 25-30 - καὶ ὡς ἐχρη]μάτιζεν χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων | [ἔθη τέκνων δικαίῳ χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρ]α̣κ̣[ε]χωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον | [τὸ ὕπαρχόν μοι κληρονομικῷ δικαίῳ πρότερον τοῦ] δηλουμένου̣ μου πατρὸς Τείρωνος ἥμισυ | [ - 40-45 - α]δελφον αὐτοῦ Οὐαλεριανὸν διαιρέσεως ἧς τὸ δικαι-|[ - 35-40 - περὶ] κώμην Σερῦφιν τῆς πρὸς λίβα τοπαρχίας | [ - 40-45 - ἐ]δαφῶν σιτικῶν ἰδιωτικῆς ἀρουρῶν εἴκοσι | [πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτου - 10-15 - ] ... ἄρουραι δώδεκα ἥμισυ τέταρτον ἑκκαι-|[δέκατον δυοτριάκοστον - 20-25 - ]... τροχοῦ καὶ λάκκου καὶ φυτῶν καὶ μηχανῆς | [ - 40-45 - ἀ]ρ̣ουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδε-|[κάτου - 35-40 - ]α ἀρούρας δεκατρεῖς τρίτον ἑκκαιδέκατον | [ὧν γείτονες νότου ἐκ μὲν τοῦ ἀπηλιώτου μέρους .....].μένη, ἐκ δὲ̣ τοῦ ἀπὸ λιβὸς ἡ ἑξῆς, βορρᾶ ἰδιωτικὴ | [ - 40-45 - ] ̣λων, ἀπηλιώτ[ου] πλευρισμὸς, λιβὸς ἐκ μὲν τοῦ | [ἀπὸ βορρᾶ μέρους - 10-15 - , ἐκ δὲ τοῦ ἀπὸ νότου δι]ῶρυξ. ἐν δὲ τῇ ἑτέρᾳ σφραγῖδι τὰς λοιπὰς ἀρού-|[ρας δώδεκα ἕκτον ὄγδοον ὧν γείτονες νότου - 5-10 - ]...υ ἰδιωτική, βορρᾶ καὶ ἐπη̣λιώτου αἱ ἐπάνω | [λιβὸς ...... τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ] τιμῆς καὶ π̣[αρα]χ̣ωρητικοῦ τοῦ ἡμίσους μέρους | [τῶν προκειμένων ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου] ἑκκαιδεκάτ[ου] κ̣α̣ὶ τοῦ μέρους τῶν ὑδρευμά-|[των καὶ μηχανῆς καὶ τῶν συνωνομασμένων πάντων] ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς | [μυριάδας τρεῖς , αἵ εἰσι τάλαντα πέντε , αὐτόθι ἀπέσχον] παρὰ σοῦ ἐκ πλήρους διὰ χειρὸς, καὶ περὶ τοῦ | [ἠριθμῆσθαί με ἐξ ὁλοκλήρου ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγη]σ̣α. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκ-|[γόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ πωλουμ]ένου καὶ παραχωρουμένου σοι ὑπ᾽ ἐμοῦ ὡς | [π]ρό[κειται ἡμίσους μέρους τῶν προκειμένων ἀρουρῶν] καὶ ὑδρευμάτων καὶ μηχανῆς καὶ τῶν | συνω[νομασμένων πά]ν[των καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι] κ̣α̣ὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, μηδε-|μίας μοι̣ [ἢ ἄλλῳ μη]δενὶ ὑ[πὲρ] ἐμοῦ ἐφόδου κατα[λειπομένη]ς ἐπὶ ταύτας ἢ ἐπὶ̣ μέρος αὐτῶν κατὰ μηδένα | τρόπον, ἅ[σπερ καὶ ἐπάν]α̣γ’κ[ε]ς παρέξομαί σοι βεβαία[ς] διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ κα-|θαρὰς ἀπ[ὸ τε γεωργίας β]ασιλικῆς κα[ὶ] οὐσιακῆς γῆς κα[ὶ] παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς πάσης | δημοσία[ς καὶ ἰδιωτι]κῆς και πολειτικῆς καὶ βουλευτικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, ἔτι δὲ καὶ ἀ-|πὸ ἀπε[ργασίας καὶ ὑδρ]ο̣φυλακίας χωμάτων καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ ἐπικλασ-|μῶν καὶ ἐ[πιμερισμῶν π]α̣ντοίων τῶν ἕως τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος ε (ἔτους) διὰ τὸ ἀπὸ τοῦ | ἐ̣ν̣ε̣σ̣[τ]ῶ[τος Ϛ] (ἔτους) [τούτω]ν̣ πρόσφ[ο]ρα εἶναι σοῦ τῆς παραχωρουμένης, πρὸς ἣν καὶ εἶναι τὰ ἀπὸ λημμάτων | τοῦ αὐτοῦ ἐνεστ[ῶτος Ϛ] (ἔτους) δημόσια καὶ ἐπικλα̣σ̣μ̣[οὺς π]α̣ντοίους. ἐὰν δέ τι φανῇ ὀφειλόμενον ἢ ἐξακολουθοῦν̣ | τουτ..[.]....[........]..μου παντὸς πόρου. πάντα δὲ τὸν καθ᾽ ὁνδηποτοῦν τρόπον ἐπελευσόμενον | ἢ ἐμποιησ̣[όμενον το]ύτων χάριν ἢ μέρους αὐτῶν ἐπάναγ’κες ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτοῦ δα-|πάναις καθά̣[πε]ρ ἐκ δίκης. κυρία ἡ πρᾶσις καὶ παραχώρησις τρισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ ἀνοί-|σεις διὰ δημοσίου, οὐ προσδεομένη ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ | δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. (ἔτους) Ϛ Αὐτοκράτορος | Καίσαρος Λουκίου Δομιτ’τίου Α[ὐ]ρηλιανοῦ Γοθθικοῦ Μεγίστου Καρπικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς | Σεβαστοῦ, Φαῶφι λ. | (hand 2) Γάϊος Ἰούλιος Διογένης καὶ ὡς χρηματίζω πέπρακα καὶ παρεχώρησα τὸ ἥμισυ μέρος | τῶν προκειμένων ἀρουρῶν εἴκοσι πέντε ἡμίσο̣υ̣ς̣ ὀγδόου ἑκκεδεκάτου καὶ τοῦ μέρους | τῶν ὑδ\ρ/ευμά̣[τ]ων καὶ μηχανῆς καὶ τῶν συνωνομασμένων πάντων καὶ ἀπέσχον | τὰ τῆς τιμῆς παραχωρητικοῦ ἀργυρίο[υ] τάλαντα πέντε καὶ βε̣β̣ε̣ώσω πάσῃ βεβεώσι | καὶ εὐδοκῶ τῇ δημοσιώσι, πάντα δὲ ὡς πρόκειτ[αι] καὶ ἐπερωτηθεὶς ὡμολόγησα. |
|