LOCATIO
REI Lease of land ( AD 72-73 ) |
P. Oxy. XLIX, 3489 ( Duke Data Bank of Documentary Papyri ). |
r |
ἐμίσθωσεν Θέων Θέωνος τοῦ Θέωνος τῶν ἀπὸ | [Ὀξυ]ρ̣ύ̣γχων πόλεως Ἰό̣λ̣λᾳ Πνεφερῶτος | τοῦ Ἰό̣λλο̣υ τῶν ἀ̣π̣ὸ̣ κ̣ώ̣[μ]η̣ς Περετνούε̣ω̣ς̣ | τοῦ [Κ]υ̣ν̣οπολείτου Πέρσῃ τῆς ἐπιγονῆ̣ς εἰς | ἔ̣[τ]η̣ δ̣ύο β̣ροχὰς δύο ἀπὸ τοῦ ἐνεστῶ̣τος | πέμ̣π̣τ̣ο̣υ ἔτους Αὐτοκράτορος Καίσαρος | Οὐε̣σ̣π̣α̣σιανοῦ Σεβαστοῦ τὰς ὑπαρχούσ̣α̣ς τῇ | γυ[ν]α̣ι̣κὶ αὐτοῦ Ἀπολλωνοῦτι Σ̣α̣ραπίω-|νος̣ π̣ερὶ Θμοιθῶθιν τῆς ἄνω τοπαρχίας | ἀπὸ̣ ἀ̣ρο̣υ̣ρ̣ῶν ἐνν̣[έ]α ἐκ τοῦ ἀπὸ βορρᾶ μέρο̣υ[ς] | ἀρούρ̣α̣[ς π]έ̣ντε ὥστε ταύτ̣[α]ς̣ τῷ μὲν ἐ̣ν̣ε̣στῶ-|τι ἔ̣τει ξυλαμῆσαι ἀρά[κῳ, ἐκ]φορίου ἑ̣κ̣ά̣στης | ἀρο̣ύ̣ρη̣ς̣ ἀνὰ πυροῦ ἀ̣ρ̣τ[άβα]ς̣ δὺο τέταρτον , | τῷ δὲ ε̣ἰ̣σ̣ιόντι ἔτει σπ̣ε̣[ῖραι] π̣υρῷ, ἐκφορίου | ἑκάστης ἀρούρης ἀ[νὰ πυρο]ῦ̣ [ἀ]ρ̣τάβας ἑπτά . | δώ̣σ̣ει δὲ̣ ὁ μεμισθωμέν̣ο̣ς̣ τῷ Θέωνι κατ᾽ ἔτος | ἄρτ̣ω̣ν̣ ἀ̣[ρ]τάβης τέταρτον ὄγδοον , τῆς κα-|τ᾽ ἔ̣τ̣ο̣ς̣ ὑδροφ̣υλακίας οὔσης τῶν ἀ̣ρ̣ουρῶν | πρὸς τὸ̣ν̣ μεμισθωμένον, ἀκίν̣[δ]υ̣να τὰ κα-|τ᾽ ἔ̣τ̣ο̣ς̣ ἐκ̣[φό]ρια παντὸς κινδύνου. ἐὰν δέ τις | τῷ ε̣ἰσι̣ό̣ντι ἔτει ἄβροχος γένηται, παραδε-|χθή̣σ̣ε̣τ̣α̣ι̣ τ̣ῶι μεμισθωμένῳ τὸ ταύτης | ἐκφόριον· ἐὰν δέ τι πραχθῇ ὁ μεμισθωμέ-|νος εἰς τὸ δημόσιον ἢ̣ εἰς ἄλλο τι ὑπ̣ὲρ Θέω-|νος ἢ τῆς γυναικὸς ἢ τῆς γῆς, ὑπολογείτω ἀπὸ | τῶν ἐκ̣φορίων, τῶν̣ [δ]ὲ̣ κ̣ατ᾽ ἔτος καρπῶν | κυρι̣ευέτω Θέων ἕως τὰ ἐκφόρια κομίσηται. | τῆς δ̣ὲ̣ μισθ̣ώ̣σεως βε̣βαιουμένης, ἀποδότω | ὁ μ̣ε̣μ̣ισ̣θωμένος τῷ Θ̣έωνι τὰ κατ᾽ ἔτος ἐκ-|φόρια ἀεὶ τῷ Παῦνι μηνὶ ἐφ᾽ ἅλω περὶ τὸ Ἀρχι-|βίου ἐποίκ̣ιον πυρὸν νέον, καθαρόν, ἄδολον, | [....].ον, μέτ̣ρ̣ῳ τετρ̣[αχ]ο̣ινίκῳ Σαραπίωνος .. | [ - ca. 12 - ]...[. ...., ἀ]ποτεισά̣τω αὐτῷ ἑκ̣ά̣-|-- -- -- -- -- -- -- -- -- -- |
v |
ε (ἔτους(?)) μ̣ίσ(θωσις) Ἀπολλωνοῦ(τος) π̣ρ̣(ὸς) Ἰόλλαν. |
|