| LOCATIO 
        REI Lease of half a house ( March 28, AD 338 )  | 
    
P. Oxy. XLVIII, 3386 ( Duke Data Bank of Documentary Papyri ).  | 
    
ὑπατεία[ς] 
          Φλ[αο]υ̣ίων Οὔ̣ρσ̣ο̣υ̣ καὶ Πολεμείου | τῶν λ̣α̣μπροτάτων. | Φλ[αουί]οις 
          Ἀφθονίῳ Φλαβιανοῦ γυμ(νασιαρχ ) βουλ(ευτῇ) | κα̣[ὶ Ἀσυ]ν̣κριθίῳ θυγ(ατρὶ) 
          Ἀχιλλέως γενομένου | δια̣σημ̣οτάτω καὶ Ἀμμ̣[ω]ν̣ίωνι καὶ Ἑλλαδίῳ υἱοῖς̣ 
          | Ἀμμωνίου γενομ(ένου) βο[υ]λ(ευτοῦ) τ̣ῆς λαμπροτάτης   |   
          Ἀλεξανδρίας   |   παρὰ   Αὐρηλίου   
          Ἀφυγχίου   Ὥρου   ἀπὸ   τῆς   
          λαμ(πρᾶς)  |  καὶ λαμ(προτάτης) Ὀξυρυγ’χιτῶν πόλεως. ἑκουσίως 
          | ἐπιδέχομαι μισθώσασθαι ἐπὶ χρόνον ἔτη | δύο ἀπὸ   τοῦ   
          ὄντος   μηνὸς   Φαρμοῦθι | τοῦ   ἐναιστῶτος   
          λ̣β   (ἔτους)   κβ (ἔτους) ιδ (ἔτους) ε (ἔτους) 
          τὸ ὑπάρχο(ν) | ὑμεῖν   καθ᾽   ὃ   ἕ̣[κα]στος   
          ἔχι   μέρος   ἐν   τῇ | αὐτῇ Ὀξυρυγχι̣τῶν 
          πόλει ἐπ᾽ ἀμφόδου | [Ν]εμεσίου ὑπὸ [τ]ὴν̣ ἀ̣πηλιωτικὴν τῆς | πόλεως 
          [σ]τοα σ̣......ληρ( ) ἥμισυ μέρος οἰκία̣[ς] | καὶ καταγίου σὺν [χρ]η[σ]τ̣ηρίοις 
          πᾶσι, ἐνοικίου | κατ᾽ ἔτος ἀργυρί̣[ου ταλά]ν̣των (hand 2) 
          εἴκοσι, | (γίνεται) (τάλαντα) κ μόνα, (hand 1) βεβαιουμένη[ς] 
          | δ᾽ ἐμοὶ τῆς ἐπιδοχῆς ἐπάναγκαις ἀποδώσω | τὸ ἐνοίκιον κατ᾽ ἔτος̣ ἀκυλάντως 
          καὶ μετὰ | τὸν χρόνον παραδώσω τὸ ἥμισυ μέρος τῆς | οἰκίας ἀπὸ κ[ο]π̣ρίων 
          καὶ δίσης πάσης καὶ | ἃς ἐὰν παραλάβ̣ω θύρας καὶ κλεῖς̣ {ἀποτίσω} | 
          ἢ οὗ ἐὰν μὴ παραδῶ ἐκ[τ]ίσω τὴν ἀξίαν τιμη. | κυρία ἡ ἐπιδοχὴ̣ καὶ ἐπ[ε]ρ̣ωτηθ̣(εὶς) 
          ὡμολόγησα. | ὑπατείας τῆς πρ[ο]κ(ειμένης), Φαρμοῦθι β. | —— 
          (hand 3) Αὐρήλιος Ἀφῦγχ[ις] μ̣ε̣μ̣ί̣σθωμαι τὸ ἥμυσοι | 
          [μ]έ̣ρος τῆς οἰκεία[ς] κ̣α̣ὶ̣ ἀ̣[πο]δ̣ώσω τὸ ἐνοίκιον | ὡς πρόκειται. 
          Αὐρήλιος Σαραπάμμων ἔγραψα | ὑπὲρ αὐτοῦ̣ γράμμ̣ατα μὴ εἰδότος.  | 
    
|      |