| MYRENSIUM 
        DECRETUM DE NAVIGATIONE Public monopoly on a river transit ( AD 2nd - 3rd century ) | 
| ( A. Boeckh et al., Corpus Inscriptionum Graecarum, Berlin, 1828-77, n. 4302 a ). | 
|  ἀγαθῇ 
          τύχῃ. | ἔδοξε τῇ βουλῇ | καὶ τῷ δήμῳ | πρυτάνεων γνώ-|μη· ἐπεὶ διὰ τὸ 
          | μὴ ἐξευρίσ-|κειν τὴν ἐπὶ Λί-|μυρα πορθμι-|κὴν ὠνὴν τὴν ἀξί-|αν συνβαίνει 
          ἐ<λα>σ-|σοῦσθαι τὰς προσ-|όδους, μὴ ἐξεῖναι | ἕτερον παραπορ-|θυεῦσαι 
          μηδὲν | μήτε ἀπὸ τῆς Δασ[εί]-|ας μήτε ἀπὸ τοῦ στό-|ματος τῆς λίμνης 
          | ἢ ἀπὸ Ἀνδριακῆς, | ἢ ὀφειλήσει τῷ δή-|μῳ ὑπὲρ ἑκάστου | πλοὸς (δην.) 
          ͵ατʹ ἐξου-|σίαν ἔχοντος  σ<τ>έ-|ρ<η>σιν  ἀπογράφεσ-|θαι  
          |  τοῦ  τὴν  ὠ-|νὴν ἔχον-|τος τοῦ τε πλοί-|ου καὶ τῶν 
          σκευ-|ῶν αὐτοῦ. | πλεύσει δὲ | μόνα τὰ ἀπο-|γεγραμμένα | πλοῖα καὶ οἷς 
          | ἂν συνχωρή-|σῃ ὁ τὴν ὠνὴν  |  ἔχων,  λαμβά-|νοντος 
          παντὸς | ναύλου τὸ δʹ | καὶ τῶν ἐνβαλ-|λομένων. ἐὰν | δέ τις αὐτόστο-|λον 
          ναυλώσῃ, | προσφωνείτω | καὶ διδότω παντὸς | τοῦ ναύλου τὸ δʹ, | ἢ ὑποκείσεται 
          τῷ | προγεγραμμένῳ | προστείμῳ. | 
|   |