DE
MUNERIBUS VICANORUM Procedure of appeal ( July 26, AD 194 ) |
BGU I, 15, col. I = W. Chr. 393 = Sel. Pap. II, 246 ( Duke Data Bank of Documentary Papyri ). |
ἐξ ὑπομνηματισμῶν
Ἰουλίου Κουιντιανοῦ τοῦ κρατίστου | ἐπιστρατήγου ἔτους δευτέρου Λουκίου
| Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Μεσορὴ β. μεθ᾽ (ἕτερα)· | κληθέντος
Πεκῦσις Ἀπύγχεως καὶ ὑπακούσαντος Διαδέλ-|φος ῥήτωρ εἶπεν· ἐάν σοι δοκῇ,
κάλεσον τὸν τῆς Νείλου | πόλεως κωμογραμματέα, ᾧ ὁ ἡμέτερος ἐνκαλεῖ.
κλη-|θέντος καὶ μὴ ὑπακούσαντος Ἀρτεμίδωρος στρατηγὸς εἶπ[ε]ν· | κωμογραμματέα
οὐκ ἔχει ἡ Νείλου πόλις, ἀλλὰ πρεσβυτέρους | διαδεχομένους. Διάδελφος
ῥήτωρ εἶπεν· κεκέλευσται ὑπὸ | τῶν κατὰ καιρὸν ἡγεμόνων ἕκαστον εἰς
τὴν ἑαυτοῦ κώ-|μην καὶ μὴ ἀπ᾽ ἄλλης κώμης εἰς ἄλλην
μεταφαίρεσθαι. | ὅτι νῦν κωμογραμματεὺς ἐπηρεάζει τῷ συνηγορου-|μ[έ]νῳ,
ἀνέδωκεν αὐτὸν πράκτορα ἀργυρικῶν τῆς ἰδίας | κώμης εἰς ἄλλην λειτουργίαν.
ἀξιοῖ ἀναγιγνώσκων τὰ κε-|κελευσμένα μὴ ἀφέλκεσθαι ἀπὸ τῆς ἰδίας εἰς
ἀλλοτρίαν. | Κοιντιανὸς εἶπεν· στρατηγὸς διαλήμψεται, ὃ τῶν ἐμῶν | μερῶν
καταλάβηται, ἐπ᾽ ἐμὲ ἀναπέμψειν. |
|