MANUMISSIO Emancipation of a slave ( June, AD 181 ) |
( L. Gounaropoulou & M. B. Hatzopoulos, Epigraphes Kato Makedonias, I, Athens, 1998, n. 49 ). |
Ἀριάγνη Βάστου τὴν
ὑ-|πάρχουσαν αὐτῇ παιδί-|σκην ὀνόματι Ἐλπίδα | δῶρον ἔδωκεν θεᾷ | Ἀγροτέρᾳ
Ἀρτέμιδι, {μη} | μηθενὸς ἑτέρου αὐτῆς ἐ-|ξουσίαν ἔχοντος μήτε ἀρ-|χόντων
μήτε βουλευτῶν, ὑ-|πέταξεν δὲ καὶ τὴν ἐπιστολὴν | τὴν δεδομένην αὐτῇ
ὑπὸ τῶν | ἀδελφῶν·̣ Ἡρακλείδης Βά-|στου καὶ Σύρος Βάστου Ἀριάγνῃ | Βάστου
τῇ κυρίᾳ ἀδελφῇ χαίριν· | ἡμεῖς, κυρία ἀδελφή, ἐν πολλοῖς | σοι χάριν
οἴδαμεν καὶ νῦν βουλο-|μένης σού τινας τῶν ἰδίων θρε-|πταρίων ἐλευθερῶσαι
συνευαρεσ-|στοῦμεν καὶ συνκατατιθέμεθα· σὺ | γὰρ τῶν ἰδίων ἐξουσίαν
ἔχεις, καὶ | γὰρ αὐτὴ αὐτὰ κοπιάσασα πεπόρικας | οὐ παρ’ ἄ<λ>λου
τινὸς παραλαβοῦσα· ἐὰν | καὶ ὡς πρεσβυτέρα γυνὴ βούλει δα-|νίσασθαι
καὶ ὑποθέσθαι τι τῶν σῶ̣ν ἰς | τὴν διεξαγωγὴν τοῦ γήρως, καὶ ἐν τού-|τοις
συνευαρεστοῦμεν, κυρία, μηδέν τι | τηλικοῦτον παρεχόμενοί σοι· ὡς γὰρ
| προείπαμεν καὶ σά ἐστιν καὶ σὺ αὐτὰ | κεκοπίακας. ἐγράψαμεν τὴν ἐπι<σ>το-|λήν
σοι ἐν Βεροίᾳ ἔτους βισʹ σε-|βαστοῦ τοῦ καὶ ηκτʹ, v Περειτίου | τετράδι
διὰ χειρὸς Φλαυίου Ἅ-|λυος διὰ τὸ μὴ αὐτοὺς ἡμᾶς ἐπίστα-|σθαι γράμματα.
ἐρῶσθαί σε εὐχόμε-|θα. v μάρτυρες· Τίτος Αἴλιος Ἐπίκτη-|τος, Λούκιος
Μάγνιος Οὐαλεριανό-|[ς], Σέξστος Ποπίλλιος Λυκῖνος. | ἐγράφη ἡ στήλλη
ἔτους βισʹ σεβαστοῦ, | vacat Πανήμου δευτέρᾳ. |
|