DE
NOMINATIONE MAGISTRATUUM Election to municipal offices ( AD 192 ) |
P. Ryl. II, 77, ll. 32-52 = : Sel. Pap. II, 241 ( Duke Data Bank of Documentary Papyri ). |
καὶ
ἀντίγ[ραφον ὑπο]μνήματος· με̣[..... δη]μ̣ό̣σια πρὸς τῷ β̣[ήματι]
παρόντων τῶ[ν ἐνάρ]χων Δίου γυμ[ν]ασιάρχου Διονυσίου | [το]ῦ καὶ [.].ν̣θε̣ου
ἐξηγητοῦ, Ὀλυμ[πιο]δώρου προδίκου, Ἀπολ̣[λων]ί̣[ο]υ̣ Ἡρακλαπόλλων[ος
γυ]μνασιαρχ(ήσαντος) καὶ Ἀχιλ[λέως] Κορνηλίου, τῶν π̣[αρ]εστώτων ἀπὸ
τῆς πόλεως ἐπιφωνη-|[σ]ά̣ντων· στεφέσθω Ἀχιλλεὺς κοσμητείαν· μιμοῦ τὸν
πα̣[τ]έ̣ρα τὸν φιλότιμον τὸν [γ]έρ̣ον̣τ̣α φῶτα, Ἀχιλλε[ὺ]ς εἶπεν· πειθόμενος
τ̣ῇ̣ ἐμαυτοῦ πατρίδι ἐπιδέχομαι στεφα-|[νη]φόρον ἐξηγητείαν ἐπὶ τῷ ἐτήσια
εἰσφέρειν με τάλαντα δύο καὶ ἀπαλλαγῆναι ἐπιτηρήσεως διαμισθουμένης
γῆς. Ὀλυμπιόδωρος εἶπ(εν)· ἡ τύχη τοῦ κυρίου ἡμῶν | Αὐ[το]κράτορος ἀφθόνως
ἀρχὰ[ς] παρέχει καὶ τῆς πόλ(εως) αὐξάνε̣[ι] τὰ πράγματα, τί τ᾽’
οὐκ ἤμελλεν ἐπὶ τῇ ἐπαφροδίτῳ ἡγεμονίᾳ Λαρκίου Μέμορος; εἰ μὲν οὖν ὁ
Ἀχιλλεὺς | βούλεται στεφανωθῆναι ἐξηγητείαν, εἰσενεγκάτω τὸ εἰσιτήριον
ἐντεῦθεν, εἰ δὲ μή, <οὐχ> ἧττον ἑαυτὸν ἐχειροτόνησεν εἰς τὴν κατεπείγουσαν
ἀρχὴν κοσμητεί-|αν. Ἀχιλλεὺς εἶπ(εν)· ἐγὼ ἀνεδεξάμην ἐξηγητείαν ἐπὶ
τῷ κατ᾽ ἔτος δύο τάλαντα εἰσφέρειν, οὐ γὰρ
δύναμαι κοσμητείαν. Ὀλυμπιόδωρος εἶπ(εν)· ἀναδεξάμενος | τὴν μείζονα
ἀρχὴν οὐκ ὀφείλει τὴν ἐλάττον᾽ ἀποφεύγειν.
Ἀμμωνίων Διοσκόρου ὑποτυχὼν εἶπ(εν)· πάσης τῆς ἐν̣εστώσης ἔτυψέ με ὁ
Ἀχιλλεὺς καὶ αὐτὰ ταῦτα | ἀσφαλίσομαι διὰ τῶν σ̣ῶν ὑπομνημάτων ὅτι καὶ
ἐντυγχάνω τῷ λαμπροτάτῳ ἡγεμόνι περὶ τῆς ὕβρεως. Ἀχιλλεὺς εἶπ(εν)· οὔτε
ἔτυψα αὐτὸν οὔτε ὕβρισα. | Σαραπίων ὁ καὶ Ἀπολλώνιος στρα(τηγὸς) εἶπ(εν)·
ἃ μὲν εἰρήκατε γέγραπται, μεταπεμφθήσονται δὲ καὶ οἱ κοσμηταὶ ἵνα ἐπὶ
παροῦσι αὐτοῖς αὐτὰ ταῦτα εἴπητε. μετ᾽ ὀλίγον
| πρὸς τῷ Κ̣α̣ι̣σ̣αρε̣ί̣ῳ Διογένης καὶ Διόσκορος καὶ <οἱ> σὺν
αὐτοῖς κοσμηταὶ προελθόντες παρόντος τοῦ Ἀχιλλέως διὰ τοῦ ἑνὸς αὐτῶν,
Διογένης εἶπ(εν)· ἐμάθομεν τὸν Ἀχιλ-|λέα προβαλόμενον ἑαυτὸν εἰς ἐξηγ(ητείαν)
ἀπόντων ἡμῶν, τοῦτο δὲ οὐκ ἐξῆν, ὁ γὰρ θειότατος Ἀντωνῖνος
διὰ <δια>τάγματος ἐκέλευσεν
μὴ συγχωρεῖσθαι ἄνευ τριῶν
ἐπιλόγ-|χων εἰς ἐξηγ(ητείαν)· πολλῶν οὖν ἐπιλόγχων <ὄντων>
ὀφείλει εἰς τὴν κατεπείγο[υσα]ν ἀρχὴν παραβαίνειν, ὡς ἀναγνώσομαί σοι
τὸ διάταγμα. καὶ ἀναγνόντος ἀντίγρα(φον) διατάγματος | Μάρκου Αὐρηλίου
Ἀντωνίνου Καίσαρος Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ κοσμη̣τ[ε]ύ̣(σαντος) παρὼν εἶπ(εν)·
ἰδίῳ κινδύνῳ στέφω τὸν Ἀχιλλέα τὴν κοσμητείαν. Ὀλυμπιόδωρος εἶπ(εν)·
| ἔχομεν δὴ φωνὴν τοῦ Ἀσπιδᾶ ὅτι ἰδίῳ κινδύνῳ αὐτὸν στέφει.
κα[ὶ] ὀφείλει στεφῆναι, ἤδη γὰρ ἡ
ἀρχὴ ἀδιάπτωτός ἐστιν τῇ πόλ(ει). ὁ στρα(τηγὸς) εἶπ(εν)
τὰ εἰρημένα ὑπομνηματισ̣θῆ-|ναι. ἀνέγνων. καὶ ἑτέρου ἐπιστάλματος τὸ
ἀντίγρα(φον)· ἄρχον[τ]ες Ἑρμοῦ πόλ(εως) τῆς μεγάλ(ης) Σαραπίωνι τῷ καὶ
Ἀπολλωνίῳ στρα(τηγῷ) Ἑρμοπολ(ίτου) τῷ φιλ(τάτῳ) χαίρειν. | Ἀχιλλεὺς
Νεαρχίδου τοῦ καὶ Κορνηλίου ἀγορανομήσαντος ἀγόμενος [ε]ἰ̣ς̣ κοσμητείαν
ὑπό τινων κοσμητῶν ὑπέσχετο ἐπὶ σοῦ ἐξηγ(ητεύσειν). ἡμῶν δὲ προτρεπομέ-|νων
αὐτὸν ἀναδέξασθαι τὴν κοσμητείαν διὰ τὸ μὴ πολλοὺς ἔχειν τὴν πόλ(ιν)
κοσμητὰς πλειόνων ὄντων ἐπιλόγχων ἐξηγητῶν Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ | κοσμητ̣εύσαντος
ἔστεψεν αὐτὸν ἰδίῳ κινδύνῳ τὴν κοσμητ(είαν), καθὰ δι᾽
ὑπομνημάτων σου ἀνείλημπται. τῆς οὖν ἀρχῆς τῇ πόλ(ει) ἀδιαπτώτου οὔσης
ἐξ ὁποτέ-|ρου αὐτῶν ἐπιστέλλεταί σοι ὅπως ἀκόλουθα τοῖς ἐπὶ σοῦ γενομένοις
προνοήσῃ πρᾶξαι, εἰς τὸ τὴν πόλιν ἀπολαβεῖν τὴν ἀρχήν. (ἔτους) λβ Φαρμοῦθι
ιγ. ὑπέγρα(ψαν) | ἐξηγητὴς καὶ γυμνασίαρχος. |
|