| DIVORTIUM Contract of divorce between Aurelius Mathias and Aurelia Kyra ( July 15, AD 569 ) | 
| P. Lond. V, 1712 ( Duke Data Bank of Documentary Papyri ). | 
| [† 
          β]α̣σ[ι]λείας καὶ ὑ̣πατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου 
          τοῦ αἰω-|[ν]ίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Ἐπεὶφ εἰκάδι πρώτῃ 
          τρίτης ἰνδικ(τίονος), |   ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. | ταύτην τιθέμεθα καὶ ποιούμεθα πρὸς 
          ἑαυτοὺς τὴν ἔγγραφον διάλυσιν ἤτοι δίεσιν | δισσὴν ὁμότυπον γραφεῖσαν 
          ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Μαθίας υἱὸς | Φοιβάμμονος ἐκ μητρὸς 
          Ἑλένης πολυκωπίτης, ἐκ δὲ θατέρου μέρους Αὐρηλία Κύρα | θυγάτηρ Ἰωάννου 
          ἐκ μητρὸς Τανόης ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς Ἀντινοέων πόλε(ως). | ὁμολογοῦμεν 
          ἀλλήλοις τὰ ὑποτεταγμένα ἐπειδὴ πρώην συνήφθημεν ἀλλήλοις πρὸς | ἐννόμου 
          <γάμου> καὶ βίου κοινωνίαν ἐπὶ χρησταῖς ἐλπίσιν καὶ τέκνων σποραῖς, 
          νῦν δὲ διαφορᾶς | ἡμῖν γενομέ̣ν̣ης ἐκ σκαιοῦ δαίμονος ἀπεζύγημε\ν/ πρὸς 
          ἀλλήλους. κατὰ τοῦτο εἰς ταύτην | ἐληλύ̣θαμεν [π]ρὸς ἑαυτοὺς τὴν ἔγγραφον 
          διάλυσιν. ὁμολογοῦμεν καὶ {ὁμολογεῖ} ἕκαστον | πρόσωπον ἀπ[ε]ιληφέναι 
          τὰ ἴδια ἐκ πλήρους, μηδένα λόγον ἔχειν μήδε ἕξειν πρὸς ἀλλήλου\ς/ | 
          μὴ περὶ σκευῶν ἢ εἰδῶν, μὴ περὶ ἕδνων μὴ περὶ συνβιώσεως, μὴ περὶ ἄλλου 
          οἱουδήποτε | πράγματος τὸ σύνολον μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, 
          νοηθέντος ἢ μὴ νοηθέντος, | ε̣ἰς̣ νοῦν ἐλθόντος ἢ μὴ ἐλθόντος, ἐνταγέντος 
          ἢ μὴ ἐνταγέντος καὶ μὴ ἐγκαλεῖν ἀλλήλοις | μ̣[ή]τ̣ε ἐγκαλέσειν πώποτε 
          μὴ ἐν δικαστηρίῳ οἱῳδήποτε ἢ ἐκτὸς δικαστηρίου διὰ τὸ ἁπα̣ξ̣α̣π̣-|[λῶς] 
          ἡ̣μ̣ᾶ̣ς̣ ἀπηλλάχθαι καὶ πεπληρῶσθαι καὶ διαλελύσθαι πρὸς ἀλλήλους, δὲ 
          | [ἑκατέ]ρ̣ῳ ἡμῶν ἑτέρῳ γάμῳ προσομιλεῖν εἰ βουληθείη ἀκωλύτως καὶ ἀνεμποδίστ\ως/ 
          | [καὶ ][ἀ]νεγκλήτως καὶ ἐπὶ τούτοις πᾶσι ἑκάτερον μέρος ἐπωμόσαντο 
          τὸν φρικωδέστατον | [ὅρκο]ν ἐμμεῖναι πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ κατὰ 
          μηδένα τρόπον παραβῆναι | [καὶ εἴ] τις ἐξ ἡμῶ̣[ν π]αραβῆναι τὰ ἐγγεγραμμένα 
          ὁμολογεῖ τὸ παραβαίνον μέρος | [τῷ ἐ]μμένον[τι μ]έρει   λόγῳ   
          προστίμου   χρυσοῦ   νομισμάτια   δύο   
          ἔργῳ   καὶ   δυνάμει   |   [ἀπα]ιτούμεν[α   
          κα]ὶ καταβαλλ[ό]μενα μετὰ τοῦ καὶ οὕτως ἐρρῶσθαι ταύτην τὴν | [διά]λυσιν 
          διὰ̣ [πα]ντὸς ἥνπερ ἐθέμεθα   πρὸς   ἀλλήλους   
          κυρίαν   οὖσαν   καὶ   |   [βε]β̣αίαν   
          καὶ   [εἰς   π]ά̣ν̣τα   ἐπερωτηθέν̣[τες] 
          ὡμολ(ογήσαμεν). ἔδοξεν δὲ̣ [καὶ με]ταξὺ ἡμῶ[ν] | [ὅτι ε(?)]ἰ̣ σωθε̣ί̣[η(?) 
          καὶ τεχθ]είη τὸ βρέφος τὸ τ̣[ῆς πρ]ο̣γεγραμμένης Κ̣[ύρ]α̣ς ἐπὶ τῷ τὸν 
          | [γεγρ]α̣μμέν̣[ον Μαθ]εία\ν/ πολυκωπίτην δοῦναι ὑπὲρ ἀ̣ναλώματος τῆς 
          αὐτῆς λοχείας | [αὐτῆ]ς χρυσο[ῦ κεράτια(?)] ἓξ δίχα κρίσεως καὶ δίκης 
          καὶ λαβεῖν τὸν πατέρα αὐτοῦ τὸ μικρὸν | [παιδ]ίον ?  . | 
|   |