DIVORTIUM Divorce ( March 17, AD 123 ) |
P. Lips. I, 27 = M. Chr. 293 ( Duke Data Bank of Documentary Papyri ). |
ἔτους ἑβδόμου Αὐτοκρά[τορος Κ]αίσαρος
| Τραιανοῦ Ἁδριανοῦ Σεβα[στοῦ Φα]μενὼθ | κα ἐν Τεβτύνι τῆς
Πολέμω[νος] μ[ερ]ίδος τοῦ Ἀρσι-|νοείτου [νο]μοῦ. ὁμολογοῦ[σι]ν
ἀλλήλοις | Θενστοτοῆτις ὡ(ς ἐ)τῶν δ[έ]κα ἓξ [ἄ]σημος | μετὰ κυρίου τοῦ
πατρὸς Ἥρωνος τοῦ Νείλου | ὡ(ς ἐ)τῶν τεσσαράκοντα τεσσάρων
οὐλὴ ― | δακτύλῳ μικρῷ
χειρὸς ἀριστερᾶ[ς κ]αὶ αὐτὸς | Ἥρων καὶ ὁ γενάμενος τῆς [Θ]ενστοτοήτιο[ς]
| ἀνὴρ Λ[υσ]ᾶς ἀπελεύθερος Ἡρακλείας τῆς | Λυσιμ[άχου] ὡ(ς ἐ)τῶν εἴκοσι
δύο οὐλὴ γόνατ[ι] | δεξιῷ καὶ Σωσᾶς Ἁρεώ[το]υ ὡ(ς ἐ)τῶν πεντήκον-|τα
τεσσάρων οὐλὴ ἀντικνημίῳ δεξιῷ, | οἱ τέσσαρες , Θενστοτοήτιος μὲν καὶ
Λυσᾶς | συνῆρθαι τὴν πρὸς ἀλλήλους [συν]βίωσιν, | ἥτις αὐτοῖς συνεστήκει
ἀπὸ συνγραφῆς ὁμολ(ογίας) | γάμου τελειωθείσης διὰ τοῦ αὐτοῦ γραφίου
τῷ | πέμπ[τῳ ἔτε]ι Ἁδριανοῦ Καίσαρος τοῦ Κυρίου | Ἁθ[ύ]ρ . [ἣν] καὶ
ἀναδεδωκέν[α]ι̣ .[...] εἰς | ἀθέτησιν καὶ ἀκύρωσιν,
Ἥρω[ν] δὲ ἀπέχειν | παρὰ τοῦ Σωσᾶ τὰς διὰ τ[ῆ]ς συνγραφῆς
| φερνῆς [ἀ]ρ[γ]υρίου δραχμὰς τρι[ακο]σίας κ[αὶ τὰ πα]-|ράφερ[ν]α πάντα
καὶ ἐξεῖναι ἑκατ[έ]ρῳ [αὐτῶν | τὰ καθ᾽ [ἑαυτὸν
οἰκονομεῖν {περὶ αὐτῶ[ν} ὡ]ς
| ἐὰν αἱρῆται, τῇ δὲ
Θε[νσ]τοτοήτι ἐξαῦτις [συν]-|αρμόζ[εσθαι ᾧ] ἐὰν [βού]ληται
ἀνδρὶ (?) ἀσ̣υ̣κ̣ο̣-|φαν̣τή̣τ̣ῳ [οὔσῃ π(?)]α̣ρ̣ὰ̣ Λ̣[υσ]ᾶ(?) καὶ μὴ
ἐπε-|λεύσεσθαι ἐ[π]᾽ ἀλλήλους [περ]ὶ
μηδενὸς τ[ῶν] | τῇ συμβιώ[σει] ἀνηκ[ό]ν[τω]ν
μηδενὸς ἁπαξ-|απλῶς [πρά]γματος μ[έ]χ[ρι]
τῆ[ς] ἐνεστώσης | ἡμέρας.
[ὑπογρα(φεὺς)] Μ̣αρε̣ψῆμις Πακή̣β̣(κιος) ὡ(ς)] (ἐτῶν) μη
ο(ὐλὴ) ῥινί. | (hand 2) Λυσᾶς ἀπελεύθερος Ἡρακλείας [καὶ]
Σωσᾶς | Ἁρεώτου [...]..α ̣δ̣( ) συνῆρσθαι τὴν πρὸ[ς] | τὴν Θενστ<οτ>ουῆτι<ν>
συνβίωσι<ν> κ[α]ὶ μὴ {επ} | ἐπελεύσεσθαι ἐπ᾽ ἀλλήλους ἁπ̣α̣[ξ]απ[λῶ]ς.
| ἔγραψεν ὑπὲρ αὐτῶν [Μαρ]ε̣ψῆ[μις Π]α̣κ̣[ή]βκιο̣(ς) | μὴ εἰδ[ό]τ(ων)
γρ[άμμα]τ[α. (hand 3) Θενστοτο]ῆτις με-|τὰ κυρίου τοῦ
πατρ[ὸς Ἥρ]ω[νος σ]υνῆρσμαι | τὴν συνβίωσι<ν> καὶ ἀπέχω τὴν [φε]ρνήν.
Ἥρ[ων] | ἔγραψα ὑπὲ[ρ αὐ]τ(ῆς) δ̣ι̣ὰ̣ [τὸ] μ[ὴ εἰ]δ(έναι) γρ[ά(μματα)].
.....η( ) |
|