ADOPTIO Adoption ( December 31, AD 381 ) |
P. Lips. I, 28 = M. Chr. 363 ( Duke Data Bank of Documentary Papyri ). |
[ὑπατ]είας
Φλαυίων Εὐχερίου τοῦ λαμπροτάτου καὶ Συαγρίου τοῦ λαμπροτάτου | ἐπάρ[χ]ου
Τῦβι ε. | [Α]ὐρήλιοι Τεεὺς Παήσιος μητρ[ὸ]ς Θαήσιος ὡς (ἐτῶν) ξ, οὐλὴ
γόνατ[ι] ἀριστερῷ | [ἀπὸ] κώμης Ἄρεως τοῦ Ἑρμουπολείτου μετὰ συνεστῶτος
οὗ ἑκο[ῦσ]α ἐμαυτῇ | παρήνεγκα τοῦ καὶ γράφοντος ὑπὲρ ἐμοῦ μὴ εἰδυίης
γράμματα [Αὐ]ρηλίου | Προ[ο]ῦτος Κουλῶτος κωμάρχου ἀπὸ τῆς αὐτῆ[ς] κώμης
Ἄρεω[ς] καὶ Σιλβαν[ὸ]ς | Πε[τή]σιος υἱὸς τῆς προκειμένης Τεεῦτος ἑξῆς
ὑπογράφων ἀποτακτικὸς | [ἀ]π̣ὸ̣ τ̣ῆ̣ς αὐτῆς κώμης Ἄρεως ἀλλήλοις χαίρειν.
ἐπειδὴ ὁ μειζότερος | [υ]ἱ̣[ὸ]ς ἐμοῦ τῆς προκειμένης Τεεῦτος τελευτῶν
Παπνούθιο̣ς̣ τ̣ὸ̣ ὄ̣νο̣μ̣α̣ | κ̣[α]τέλειψε[ν υ]ἱὸν Παῆσιν τὴν προσηγορίαν
ὡς (ἐτῶν) ι πλείω ἔλατ[το]ν̣, ἔδοξεν δὲ | [ὥσ]τ̣᾽
ἐμὲ τὸν [ἀ]δελ[φ]ὸν αὐτοῦ Σιλβανὸν κατ᾽
εὐσεβίαν τοῦτον τὸν παῖ̣[δ]α ἔ̣χειν | [καθ᾽]
υ̣ἱ̣οθεσίαν πρὸς τὸ δύνανσθαι ἀνατρέφεσθαι εὐγενῶς καὶ γνησίως, κατ̣[ὰ]
τ[ο]ῦτο | [ὁμο]λο̣[γοῦ]με[ν ἐ]γ̣ὼ μὲν ἡ Τεεὺς π̣[αρ]α̣δεδωκέναι σοὶ
[τ]ῷ Σιλβανῷ τὸν μνημονευθέν-|τα
παῖδ[α] π̣ρ[ὸς υἱ]οθεσίαν
μετ[ὰ] τῆ[ς π]ατρῴας αὐτοῦ [κ]λ̣η̣[ρον]ομίας
καὶ μη[τ]ρ̣ῴ̣[ας] ἔν τε γηδί-|οις καὶ οἰκοπ̣έ̣[δο]ις καὶ ἐνδομενικοῖ[ς]
διαφόροις εἴδεσι πρ[ὸ]ς τὸ εἶναι σοῦ υἱ[ὸ]ν γηνσιον καὶ πρω-|τότοκον
ὡς ἐξ ἰδίου αἵματος γεννηθέντα σοι, ἐγὼ δὲ ὁ Σιλβανὸς παρειληφέναι παρὰ
| σοῦ τῆς μητρός μου Τεεῦτος τὸν προκείμενον υἱὸν Παπνουθίου πρὸς υἱοθεσίαν
ὅνπερ | θρέψω καὶ ἱματιζῶ εὐγενῶς καὶ
γνησίως ὡς υἱὸν γνήσιον καὶ φυσικὸν ὡς | ἐξ ἐ[μ]οῦ γενόμενον,
παρειληφέναι δὲ καὶ τὰ πατρῷα αὐτοῦ πράγματα καὶ μητρῷα ἔν τε | γη[δ]ίοις
καὶ οἰκοπέδοις καὶ ἐνδομ̣ενικοῖς διαφόροις σκεύεσει ἐπὶ τῷ με ταῦτα
αὐτῷ δια-|φυλάξαι καὶ ἀποκαταστῆσαι αὐτῷ ἐνήλικι γενομένῳ μετὰ καλῆς
πίστεως, εἶναι δ᾽
αὐτὸν | καὶ τῶν ἐμῶν πραγμάτων κληρονόμον υἱοθετηθέντα μοι ὡς προείρηται.
ἡ υἱοθεσία κ̣υ̣[ρία δ]ι̣σ̣σ̣ὴ | γραφε̣ῖ̣σ̣α̣ ὁμοτ̣ύπω̣ς πρὸς τὸ παρ᾽
ἑ̣κ̣[άσ]τῳ ἡμῶν εἶναι μοναχὸν πρὸς ἀσφάλειαν κ[α]ὶ ἐπερ(ωτηθέντες) ὡμολογή(σαμεν).
(hand 2) | Αὐρη[λ]ί[α Τ]εεὺς Παήσι[ο]ς ἡ προκειμένη ἐθέμην
τὴν υἱοθεσί[α]ν καὶ εὐδοκῶ καὶ πί[θ]ομοι π[ᾶ]σι τοῖς | ἐ̣ν̣γ̣[εγρα]μ̣μ̣έ̣ν̣[ο]ις
ὡς πρόκειται. Αὐρήλιος Προοὺς Κουλῶτ[ο]ς κωμάρχας ὁ προκείμε[νο]ς |
συν[έσ]την αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδ(υίης). (hand
3) Αὐρήλιος Σιλβανὸς Πε[τ]ήσιος ὁ προκεί-|μεν[ος ἀ]π[ο]τ[α]τικὸς
ἐθέμην τὴν υἱοθεσίαν καὶ παρίληφα τὴν πατρῴαν αὐτ[ο]ῦ κληρονομίαν |
κα[ὶ μ]ητρῴαν καὶ εὐδοκῶ καὶ πίθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται.
(hand 4) δι᾽
ἐμοῦ Φιλοσαρά[πι]δος ἐγρά(φη). |
|