CONVENTIO
NUPTIALIS Marriage contract ( 2nd century BC ) |
P. Gen. I2, 21 = M. Chr. 284 = P. Münch. III, 62 ( Duke Data Bank of Documentary Papyri ). |
r |
[1 line missing]
| [τ]ῶ̣ν̣ ὑπαρχ̣[όντ]ων̣ αὐ̣[τοῖς· τὰ δὲ δέοντα πάντα καὶ τὸν ἱματισμὸν
καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ] | [γ]α̣μετῆι
παρεχέ̣τω Μενεκράτης Ἀρ[σ]ι̣ν[ό]ηι̣ [ἐνδ]η̣μ̣[ῶν
καὶ ἀ]π[οδημῶν κατ]ὰ̣ δ̣[ύναμιν τῶν ὑπαρχόντων.] | [κα]ὶ̣ μὴ ἐξέστω
Μενεκράτει γυναῖκ᾽ ἄλλην ἐπ̣ε̣ι̣σ̣ά̣γεσθαι ἐπ̣᾽ Ἀ̣ρσινόην μηδὲ παλ[λακ]ὴν
μ[ηδὲ π]α̣ι̣δ̣[ικὸν] | [ἔχ]ειν μηδὲ τεκ̣νοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς
ζώσης Ἀρσινόης μηδ᾽ ἄλλην οἰκίαν οἰκ[εῖν ἧς ο]ὐ κυριεύ-|[σει] Ἀρσινόη,
μηδ̣᾽ ἐκβάλλειν μηδὲ ὑβρίζειν μηδὲ κακουχεῖν̣ αὐτὴν μηδὲ τῶν ὑπαρχ̣ό̣ντων
μηθὲν | [ἐξα]λλοτριοῦν ἄ̣νευ τοῦ ἐπιγραφῆναι τὴν Ἀρσινόην βεβαιώτριαν.
ἐὰν δέ τι τούτων ἐπιδειχθῆι | π̣οιῶν ἢ τὰ δέοντα ἢ τὸν ἱματισμὸν ἢ τὰ
ἄλλα μὴ παρέχηι αὐτῆι καθὰ γέγραπται, ἀποτεισάτω Μενεκρά-|τ̣η̣ς Ἀρσινόηι
παραχρῆμα τὴν φερνὴν ἡμιόλιον. κατὰ τὰ αὐτὰ δὲ μηδὲ Ἀρσινόηι ἐξέστω
ἀπόκοιτον | μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆ̣ς Μενεκράτου οἰκίας ἄνευ τῆς
Μενεκράτου γνώμης μηδ᾽ ἄλλωι | ἀνδρὶ συνεῖν̣α̣ι̣ μηδὲ φθείρειν τὸν κοινὸν
οἶκον μηδ̣᾽ α̣[ἰσ]χύνειν Μενεκράτην ὅσα φέρει ἀνδρὶ αἰσχύ-|νην. ἐὰν
δὲ Ἀρ̣σινόη ἑκοῦσα βούληται ἀπαλλάσσεσθαι ἀ[πὸ Μ]ενεκράτου, ἀπ̣οδοὺς
αὐτῆι Μενεκράτης | τὴν φερνὴν ἁπλῆν ἀφ᾽ ἧς ἂν ἡμέρας ἀπαιτηθῆι [ἐν]
ἡμέραις̣ ξ ἀποπεμψάτω αὐτήν. | ἐὰν δὲ μὴ ἀπο̣δῶι καθὰ γέγραπται, ἀποτε[ι]σάτω
π̣[αραχ]ρῆμα ἡμι[ό]λιον. εἴη μὲν ὑγίεια· | ἐὰν δέ τις α̣ὐ̣τῶ̣ν ἀνθρώπινόν
τι πάθῃ καὶ τελευτή̣σ̣[ηι], ἔστω τὰ καταλειπόμενα ὑπάρχοντα | τοῦ ζῶντος
αὐτῶν καὶ τῶν τέκνων τῶν ἐσομένων αὐτοῖς ἐξ ἀ[λ]λήλων. μὴ ὄντων | δ᾽
αὐτοῖς τέκνων ἐξ ἀλλήλων ἢ καὶ γενομένων καὶ τούτ̣ων ἀπογενομένων πρὸ
τοῦ | ἐν ἡλικίαι γενέσθαι ἤτοι ἀμφοτέρων περιόντων ἢ καὶ μετὰ τὴν ὁποτερουοῦν
αὐτῶν | τελευτήν, ἐὰν μὲν Ἀρσινόη προτέρα τι πάθῃ, ἀποδότω Μενεκράτης
τὴν φερνὴν πᾶσαν | Ὀλ̣υ̣μπι[ά]δι̣ τ̣ῆ̣ι̣ μ̣ητρὶ αὐτῆς, ἐὰν ζῆι, εἰ δὲ
μή, τοῖς ἔγ̣γιστα γένει οὖσι αὐτῆς Ἀρσινόης | [ - ca. 25 - ]..[...].
ἐὰ̣ν δὲ μ̣ὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα | [ - ca. ? - ]
̣ |
v |
ἀντίγρ(αφον) συγγρ(αφῆς) συνοικισίου
| Ἀρ̣σ̣ι̣ν̣ό̣η̣ς̣ ε̣ἰ̣ς Μ̣εν̣ε̣κρά̣την. |
|