MANDATUM Power of attorney ( January 21, AD 48 ) |
P. Fouad I, 35 ( Duke Data Bank of Documentary Papyri ). |
ἀντίγραφον. ἔτους ὀ̣γ̣δ̣ό̣ου Τιβερίου
Κ[λα]υ̣δ̣ίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ̣ Α̣ὐτοκράτορος, Τῦβι κ̣ε,
ἐν Ὀξυρύγχ̣ων̣ | πόλει τῆς Θηβαίδος. ὁμολογ[εῖ Θαῆσι]ς Ἡρακλείου, μετὰ
κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Θαήσιος υἱοῦ Πετσίριο\ς/ | τοῦ Σαραπίωνος,
τῷ ἑαυτῆς ἀν[δρὶ] Πτολλίωνι Πτολεμαίου μητρὸς Σαραπιάδος, ἐν ἀγυιᾷ,
συνεστακέ-|ναι αὐτὸν, κατὰ τήνδε τὴν [ὁμολογίαν], ἐκπράξοντα
καὶ ἀπαιτήσοντα καὶ τὰ
ὀφειλόμενα αὐτῇ ἐν Ὀ-|ξυρυγχείτῃ καὶ
Ἀυασείτῃ καὶ [Ἀρ]σινοείτῃ νομοῖς καὶ τ̣ο̣[ὺς ὑπάρχ]οντας αὐτῆι καρπ̣ο̣ύ̣ς̣,
ὧ̣ν̣ ἐπιτρο-|πεύει τῆς τοῦ μετηλλαχότ[ος] αὐτῆς υἱοῦ Σαραπίωνος θυγατρὸς
Ταθοωνᾶτος, οὐδέ̣π̣ω̣ οὔσης | ἐν ἡλικίᾳ, ἐν τῷ αὐτῷ Ὀασείτῃ νομῷ ἀγρῶν·
ἔτι δὲ καὶ πωλήσοντα τοῖς προσελευσομένοις | τῷ ἀγορασμῷ, τῆς εὑρεθη[σο]μένης
τιμῆς, τὰ ὑπάρχοντα τῇ Θαήσει, ἅπαντα ἢ μέρος | αὐτῶν, καὶ προδιαίρεσιν
α[..]ειν καὶ οἰκονομήσοντα περ[ὶ] αὐτῶν ὡς ἐὰν αἱρῆται, καθὰ καὶ | αὐτῇ
τῆι Θαήσει παρούσηι ἐξῆ̣ν̣· εὐδοκεῖ γὰρ πᾶσι οἷς ἐὰν ὁ ἀνὴρ Πτολλίων
περὶ τῶν κατὰ | τὴν σύστασιν οἰκονομή[σ]ῃ, ἐφ᾽ ᾧ ἀποκαταστήσει τῇ Θαήσει
ἅπαντα, τῆς πίστεως | περὶ αὐτὸν οὔσης· ἔτι δὲ καὶ ἐκδικήσοντα τὰ ἐνεστῶτα
αὐτῇ πρὸς̣ Θοῶνιν Θοώνιος | κ̣α̣ὶ̣ ἄλλους, μὴ ἐλαττουμ[έν]ης τῆς Θαήσιος
ἐν τῇ πράξει ὧν ὀφείλει αὐτῇ ὁ Πετσῖρις κατὰ | ἀσφάλειαν δραχμῶν [ὀγδοή]κοντα
· κυρία ἡ συγγραφή. | σημειώσεως ἀντίγραφ[ον. ἔτους ὀγδόου] Τιβερίου
Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμαν[ικοῦ] | Αὐτοκράτορος, Τῦβι κε, δ̣ι[ὰ ..]ατου
τοῦ σὺν Θέωνι τῷ προκεχειρισμένῳ ὑπὸ τ̣ῶ̣ν̣ | μετόχων ἀγορανόμων κεχρημάτισται. |
|