EMPTIO
ASINI Sale of a donkey ( November 26, AD 177 ) |
P. Flor. I, 22 ( Duke Data Bank of Documentary Papyri ). |
ἔτους ὀκτὼ καὶ δεκάτου | Αὐτ[ο]κράτορος
Καίσαρος | Μάρκου Αὐ[ρ]ηλίου Ἀντωνίνου | Σεβα̣στοῦ καὶ Αὐρηλί[ου Λο]υκίου
| Κομμόδου Σεβαστοῦ Ἀρμενιακῶν | Μηδικῶν Π[αρ]θικῶν Γερμανικῶν | Σαρματικῶν
[μ]εγίστων μηνὸς | Ἁθὺρ λ̣ ἐν Πτολεμαίδι Εὐεργέτιδι | τοῦ Ἀ[ρ]σινοεί[το]υ
νομοῦ. ὁμολογεῖ | Ἑρμέρως ἀπελεύθερος
Πτολεμαίου υἱοῦ | Πτολ[ε]μαίου
γεγυμνασιαρχηκότος \Π̣τ̣ο̣λεμαιδ( ) .... (?)(?)/ ὡς ἐτῶ(ν)
| τεσσα̣ράκοντα οὐλὴ ἀντιχειρὶ ἀρισ(τερῷ) | Σώτᾳ Σώτου τ̣οῦ Σώτου ἀπὸ
κώμης | Σοκνοπαίου Νήσου
ὡς (ἐτῶν) μ̣ε οὐλὴ ἀγ-|κῶνι ἀριστερῷ πεπρακέναι αὐτῷ | τὸν ὁμ[ο]λογοῦντα
τῇ ἐνεστώσῃ ἡμέρᾳ | ὄνον θή[λεια]ν τελείαν λευκὴν | ἣν καὶ παρέλαβε[ν]
ὁ Σώτας ταύτην | τοιαύτην ἀν[α]πόριφον καὶ ἀπέχειν | τὸν Ἑρμερῶτα τὴν
συμπεφω(νημένην) | τίμην διὰ χειρὸς ἀργ(υρίου) (δραχμὰς) ἑκατὸν τεσσαρά-|κοντα
καὶ βεβαιώσ<ε>ι πάσῃ βεβαι<ώσε>ι | ἀπ̣ὸ παντὸς τοῦ [ἐ]πελευσομένου.
| ὑπογ(ραφεῖς) Ἥρων Α[.]ωπιου ὡς (ἐτῶν) νβ ἄση(μος) | καὶ Διὸς Δ[ι]οῦ
ὡς (ἐτῶν) μ ἄσημος. | (hand 2) Ἑρμέρως πέπρακα τὸν | ὄνον
καὶ ἄπεσχον τὴν | τίμην ἀργ(υρίου) (δραχμὰς) ἑκατὸν τεσ-|σα[ρ]άκοντα
καὶ βεβαιώσω | ὡ[ς] πρόκιται Ἥρω[ν] Ἥρωνος | ἔγραψ̣α̣ ὑπὲρ αὐτοῦ ἀγρα(μμάτου). |
|