LOCATIO
REI Lease of public lands ( October 21, AD 248 ) |
P. Flor. I, 19 ( Duke Data Bank of Documentary Papyri ). |
[Αὐρ]ηλίῳ Ἑρμείᾳ
γυ(μνασιαρχήσαντι) βουλ(ευτῇ) τῆς Ἀρσι(νοιτῶν) πόλεως | δεκαπ(ρώτῳ)
β καὶ δ τοπ(αρχιῶν) Θεμ(ίστο)υ μερίδος | [πα]ρὰ Αὐρηλίου Εἰρηναίου Εἰρηναίου
ἀπὸ ἀμφό-|[δ]ου Ἑλληνίου. βούλομαι μισθώσασθαι πα-|[ρὰ σ]οῦ ἐν πεδίοις
κώμης Ἀνδρομαχίδος δη-|[μο]σ̣ίας γῆς ἐπὶ τῆς κα σφρα(γῖδος) (πρότερον)
Αὐνῆ καὶ | [Σαρ]α̣πίωνος ἀναχωρησάντων ἄρουρας | [..]η ὅσαι ἐὰν ὦσι
πρὸς μ̣όνον τὸ ἐνεστὸς | [ἕκ]τον ἔτος ἐ̣κφορίου τοῦ παντὸς πυροῦ | ἀρταβῶν
εἰκοσιτεσσάρων ἐφ᾽ ἅλω μέτρῳ | δ̣ρ̣όμῳ τετραχοινίκῳ ἐν μηνὶ Παῦνι |
τῶν δημοσίων πάντων σιτικῶν τε καὶ ἀρ-|γυρικῶν ὄντων πρὸς σὲ τὸν Ἑρμείαν·
ἐφ᾽ ᾧ | ἐπιτελέσω τὰ τοῦ ἔτους ἔργα πάντα καὶ με-|τὰ τὸν χρόνον παραδώσω
τὰς ἀρούρας | ἀπὸ καλάμης ἀγρώστεως δείσης πάσης | ἐὰν φαίνηται μισθῶσαι.
(hand 2) Αὐρηλ(ίος) Ἑρμίας γυ(μνασιαρχήσας) | βουλ(ευτὴς)
μεμίσθωκα ὡς πρόκιται πυροῦ | ἀρταβῶν εἰκοσιτεσσάρων, (γίνονται) (πυροῦ)
(ἀρτάβαι) κδ. | (hand 1) (ἔτους) Ϛ
Αὐτοκρατόρων Καισάρων Μάρκων | Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν | Σεβαστῶν
Φαῶφι κδ. |
|