LOCATIO
REI Rental agreement for a plot of land ( February 23, AD 239 ) |
P. Flor. I, 16 ( Duke Data Bank of Documentary Papyri ). |
v |
Α̣[ὐρηλ(ίᾳ)
Δη]μητρ̣ί[ᾳ] σ̣τ̣ολάτᾳ | μ̣ατρώνᾳ θυγ(ατρὶ) Α̣ὐ̣[ρηλ(ίου)] Π̣οσιδωνίο̣[υ]
| ὑ̣πομνηματογ̣ρ̣ά̣φ̣ο̣υ̣ διὰ Αὐρη̣λ̣(ίου) | Μ̣α̣ρίνου γυ(μνασιαρχήσαντος)
βουλ(ευτοῦ) τῆς Ἀρσι(νοιτῶν) πόλεως | παρὰ Αὐρηλ(ίου) Πλουτάμμωνος μητ(ρὸς)
| Ἑλέ[ν]ης καταμένοντος ἐν κώ(μῃ) Εὐημε(ρείᾳ). βούλομαι μισθώσασθαι περὶ τὴν | αὐτὴν κώ(μην) Ε[ὐ]ημε(ρείαν) κήπου λαχα-|νευομένου (ἄρουραν) α ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ | χρόνον ἔτη γ ἐν ᾗ φρέαρ καὶ μηχα(νὴ) | ἀπὸ τοῦ ὄντος μη(νὸς) Μεχεὶρ τοῦ ἐνε-|στῶτος β (ἔτους) φόρου τοῦ αὐτοῦ | κατ᾽ ε῎τος ἕκαστον ἀργυ(ρίου) (δραχμῶν) ρ ἀνυπολ[ό]-|γων καὶ ἀκινδύνων καὶ οὐκ ἔξεσ-|τα[ί] μοι <προλιπεῖν τὴν μίσθωσιν> ἐντὸς τοῦ χρόνου κατ᾽ οὐ-|δένα τρόπον ἀλλὰ καὶ ἐπάναγκον <ποιήσω> | τὰ κατ᾽ ἔτος ἔργ[α] πάντα ὅσα καθ[ή]-|κει τ̣οῖς δέουσι καιροῖς βλάβος μη-|δὲ ἓν ποιῶν· ἐντεῦθεν δὲ παρέ-|λαβον παρὰ τῆς εὐσχήμονος | πρὸς ἀντλησημὸν βοῦν μίαν | (δραχμῶν) ρ τῆς προσδεηθείσης ἐκ καινῆς | κατασκευῆς ἢ χορηγίας ξύλων | ἢ ἥλων ἢ λίθων ἢ πίσσης ἢ τε-|κτονικῶν μισθῶν τοῦ τε φρέ-|ατος [κ]αὶ μηχανῆς καὶ ζευκτηρίẉ(ν) | καὶ δημοσίων ὄντων πρὸς τὴν | εὐσχήμονα καὶ αντηρευτη | καὶ π̣[..]ρ ̣ εἰδῶ̣ν πρὸς ἐμὲ τὸν | μισθ[ο]ύμενον· καὶ τὸν κατ᾽ ἔτος | φ̣όρ̣ο̣ν ἀποδώσω δι᾽ ἑξαμήνου | ἐξ ἴσου καὶ μετὰ τὸν χρόνον παρα-|δ̣ώ̣σω τὸν κῆπον ὑπὸ παντοίᾳ | λαχαν[ί]ᾳ καθὼς̣ καὶ ἐγὼ παρέ-|λαβον ἐὰν φα̣ίνηται μισθῶ[σαι.] | (ἔτους) β Αὐ[το]κράτορος Κ[αί]σαρος Μά[ρ]κου | Ἀν̣τ̣ωνίου Γο[ρ]δ̣ιανοῦ Εὐ[σε]βοῦς Εὐτ̣υ̣χ̣οῦς | Σεβαστοῦ Μεχεὶρ κθ ἀ̣νυ̣π̣ό̣γ̣ρ̣α̣φο̣ν. |
|