LOCATIO
REI Lease of lands ( October 15, AD 514 ) |
P. Flor. III, 279 ( Duke Data Bank of Documentary Papyri ). |
†
μ[ετὰ τὴ]ν ὑπατεί[α]ν Φλ(αυίων) Κλημεντίνου καὶ Πρόβου | τῶν ἐ[νδ]οξοτάτων
Φαῶφι ιη ὀγδόης ἰνδικ(τίονος). | Αὐρή[λ]ιος Ἴσακος Βίκτορος Κωσταντίου
| μονάζων ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιο-|πολίτου νομοῦ Αὐρηλίῳ Ψεντερη̣οῦτι
Ἀκορείου | ἀπὸ τῆς αὐτῆς κώμης χ(αίρειν). μεμίσθωμαι παρὰ
σοῦ | πρὸς τετραετῆ χρόνον ἀπὸ
καρπῶν σὺν θεῷ | μελλούσης ἐνάτης
ἰνδικ(τίονος) καὶ αὐτῆς τὸ ὑπάρχον σοι | χ ̣ρ̣ακωνος καὶ Χάτιδος ἐν
τοποθεσίᾳ | Πχῆτος ἀγορασθείσας παρὰ σοῦ
παρὰ Εὐλογίου | .[....] Ἁτρῆτος ἐφ᾽
ᾧ με τὴν πᾶσαν φιλοκαλίαν | [ἀκοιλ]άντως
καὶ ἀκαταφρονήτως <ποιήσασθαι> καὶ ποτίσαι | [.....].[..]τ̣α̣ι̣
χρ̣είαν καὶ τοῦ καιροῦ τῆς ἐκκοπῆς | γ̣[εινομ]ένου καθ᾽ ἕκαστον ἐνιαυτὸν
εἰς ἡμᾶς | μ[ερισθ]ήσεται κατὰ τὸ ἥμισυ, ἔτι μὴν καὶ τοῦ Θεραπευ-|τηρ̣ίου
καὶ Χάτιδος κατὰ τὸν αὐτὸν τύπον, πρὸς τὸ σὲ | λαβεῖν τὴν ἐκκοπὴν τῆς
παρούσης ὀγδόης ἰνδικ(τίονος) | καὶ ἐμὲ λαβεῖν ὑπὲρ γεωργικοῦ μέρους.
ἡ μίσθωσ(ις) | κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. †
| (hand 2) Α̣ὐρ̣ήλιος Ἰσὰκ ὁ προκ(είμενος) μεμίσ-|θωμαι
ὡς πρόκ(ειται), (hand 1) ποτίσω δὲ καὶ τὴν ἐκεῖσε | καλαμίαν
καθ᾽ ὁμοιότητα τοῦ ἐμοῦ χωρίου, μέντοι γε | ὅρκον
δίδωμί τ̣ε̣ κ̣α̣ὶ̣ οὐδὲν ἀπέκρυψα
<ὡς (?)> π̣ρ(όκειται) (hand 2) ὁ αὐτὸς | Ἰσὰκ ὡ̣ς
π̣ρ̣ό̣κ(ειται). | (hand 1) †
ἐγράφη δι᾽ ἐμοῦ Ἰσακίου νομικοῦ. †
tachygr. marks |
|