LOCATIO
REI Lease of lands ( November 11, AD 91 ) |
P. Flor. I, 85 ( Duke Data Bank of Documentary Papyri ). |
Το̣.. υης Ἀπολλωνίου
Νεάρχου Εὐδαίμο(νος) | χα(ίρειν). μεμίσθωμαι παρά σου εἰς τὸν σπόρον
| τοῦ ἐνεστῶτος [ἑ]νδεκάτου (ἔτους) | Δο[μι]τιανοῦ Κ[αί]σαρος τοῦ κυρίου
εἰς κα-|τά[θε]σιν λαχά[νο]υ ἐκ τοῦ Τύδεος κλ[ήρ]ου | ἀρ[ούρ]ας τρεῖς
ἥ[μ]ισυ γῆς φανησομένης | ἐν σ̣[πόρῳ] ἀνὰ ἐκ[φ]ορίου ἑκάστης ἀρούρ̣ης
| λα[χ]ανοσπέρμου ἀρτάβας τρεῖς τρίτον , | ἃς ἔχεις ἐν μισθώσει
Ἑρμοφίλου Ἑρμο-|φί̣λ(ου), ἃς καὶ μετρήσω σοι
ἐν τῷ Ἐφεὶπ | μη[ν]ὶ τοῦ αὐτοῦ (ἔτους) νέα καθαρὰ
ἄδολ(α) | κε[κο]σκινευμ[ένα] μέτρῳ ἐλαιουργικῷ | ἑπ[τα]μέτρῳ π̣[άσ]ας
καθεσταμένας | εἰς [Σε]λιλᾶιν εἰ[ς] οἶκον παρά σε
πάντω(ν) | τῶν δημοσίων ὄντων πρός σε
τὸν Νέ-|αρ[χ]ον καὶ μισθ̣ωτικοῦ οἴνου κερα(μίου) α.
| ἔ[του]ς ἑνδεκά[το]υ Αὐτοκράτορος Καίσαρος | Δ[ομι]τιανοῦ Σε[β]αστοῦ
Γερμανικοῦ | μην̣ὸς Νέου Σε[β]αστοῦ ιδ. Ὥριων Τοθή-|ο̣υς [ἔ]γραψα ὑπ(ὲρ)
αὐτοῦ μὴ εἰδότος γράμματα. | ἐὰν δὲ ξυλαμήσεις κριθὴν ἀπὸ τῶν προ-|κιμένων
ἀρούρων δώσεις ἄνα ἑκάστης | ἀρούρης κριθῆς ἀρτάβας ὀκτώ. |
|