LOCATIO
REI Lease of lands ( September 14, AD 517 ) |
P. Flor. III, 281 ( Duke Data Bank of Documentary Papyri ). |
r |
χμγ
| †
ὑπ̣α̣τείας Φλαυίου Ἀναστασίου τοῦ εὐκλεεστάτ[ο]υ
| Θὼθ ιζ ἑνδεκάτης ἰνδι̣κ(τίονος). | Φλ(αυίῳ) Πανολβίῳ
αἰδεσίμῳ πολιτευομένῳ καὶ ῥ[ι]παρίῳ τῆς Ἀνταιο-|πολιτῶν υἱῷ τοῦ τῆς
λαμπρᾶς μνήμης Ἰωάνν̣[ου] πολιτευσαμένου
| π(αρὰ) Αὐρηλίου Βίκτορος ἐκ
πατρὸς Ψαίου ποι̣μέ[ν]ος ἀπὸ κώμης | Ἀφροδίτης τοῦ αὐτοῦ
νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως | μεμισθῶσθαι παρὰ τῆς σῆς λαμπρότητ[ο]ς
πρὸς μό̣νον | τὸν παρόντα ἐνιαυτὸν κατασπορᾶς γενήματος σὺν θεῷ μελλούσης
| δωδεκάτης ἰνδικ(τίονος) τὰς ὑπαρχούσας αὐτῇ ἀρούρας ἐν τῷ καλουμέν(ῳ)
| Σαραπάμωνος ἀνύδρους οὖσας διακειμέ[ν]ας ἐν τῇ πεδιάδ(ι) | κώμης Φθλα
ἐκ λιβὸς τῶν γῃδίων τῶν [κ]λ̣ηρονόμων τοῦ μακαρίου | Ἰωάνν̣ου Τριφιοδώρου
ἀκολούθως ταῖς φαινο[μ]έναις γειτνί̣[α]ι̣ς ἐφ᾽ ᾧ με | τὴν πᾶσαν γεωργικὴν
ἐργασίαν ποιήσασθαι καὶ διδ̣όναι | τὸν φόρον τῇ σῇ λαμπρότητι ἑκάστης
ἀρούρης πρὸς ἀναμέτρησιν | τοῦ σχοινίου φακοῦ ἀρτάβας δύο καὶ ἀράκου
ἀρτάβας δύο ἐνλ̣ι-|μναζομένων μόνον τῷ φορικῷ σῷ μέτρῳ ἀναμφ(ιλόγως).
ἡ μ[ί]σθ(ωσις) κυρία | καὶ βεβαία καὶ
ἐπερωτηθ(εὶς) ὡμολόγησα. †
† (hand 2) Αὐρήλιος
Βικ̣τωρος Ψαίου | ποιμὴν ὁ προκ(είμενος) μεμίσθωμαι ὡς πρόκ(ειται)
†
(hand 3) Αὐρήλιος Προμαὼς Βησκο̣ύιτος | ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. †
(hand 4) Φλ(αύιος) Θεότεκνος Ψαίου ἀποπρ-|αιποσίτου μαρτυρῶ
τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. | (hand 1) †
ἐγράφ(η) δι᾽ ἐμοῦ Οὐίκτορος Ἀπολλ( ) ((tachygraphic-marks)) |
v |
.. μι(σθώσεως) γεναμένης παρὰ Βίκτορος Ψαίου Traces |
|