CONSTITUTIO DOTIS
     
Receipt of the dowry
      
( July 25, AD 122 )
 

 
P. Fam. Tebt. 21 ( Duke Data Bank of Documentary Papyri ).
  

 
ἔτου[ς] ἕκτου Αὐ̣[τ]ο̣κ̣[ρ]άτ̣ορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρίου νουμηνίᾳ | ἐν Τεπτύνει τ[ῆ]ς̣ Π[ο]λ̣έμωνος μερίδος τ̣οῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Διδυμάριον Ἡρακλείδου | ὡς (ἐτῶν) μη ἄσημ̣ος̣ μετὰ κυρίου τοῦ πρὸς μητρὸς ἀνεψιοῦ Κρονίου τοῦ Λυσανίου ὡς (ἐτῶν) νβ | οὐλὴ τραχήλῳ ἐκ δεξιῶν τοῖς ἑαυτῆς ὁμοπατρίοι<ς> καὶ ὁμομητρίοι<ς> ἀδελφοῖς Ἡρακλείδῃ | τῷ καὶ Οὐαλερίωι ὡ̣ς (ἐτῶν) μδ οὐλὴ γόνατι δεξιῷ καὶ Λυσιμάχῳ ὡς (ἐτῶν) λη οὐλὴ γόνατι | ἀριστερῷ ἐπὶ παρούσης τῆς πάντων μητρὸς Διδύμης τῆς Λυσιμάχου ὡς (ἐτῶν) οε οὐλὴ | ὀφρύι ἀριστερᾷ, τα̣ύ̣της δὲ μετὰ κυρίου ἑνὸς τῶν υἱῶν Λυσιμάχου, vac. τὴν Διδυμάριον | ἀπέχειν π̣αρὰ τῶν δύο ἀδελφῶν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑξακοσίας ὑπεσχ̣ημένας | ὑπὸ τοῦ πά̣ν̣τ̣ω̣ν̣ [π]ατρ̣ὸς Ἡρακλείδου Μάρωνος, ὃς τετε̣λεύτηκεν, πρὸς οἷσι τῇ Διδυμαρίῳ | κατὰ συ̣νγραφὴν γ̣[ά]μου τελειωθεῖσαν διὰ τοῦ αὐτοῦ γραφείου τῷ ἐνάτῳ ἔτει θεοῦ Τραιανοῦ, | μεθ᾽ ἃς προσήνεγκ̣ε̣ν αὐτῇ κατὰ τὴν αὐτὴν συμβίωσιν φερνὴν ἀργυρίου δραχμὰς πεντακοσία\ς/ , | ἁπάσας δραχμὰς χιλίας ἑκατὸν συναχθείσας, καὶ κατὰ συνχώρημα τοῦ πατρὸς ἐπὶ τοῦ | δεκάτου ἔτο̣υς θε̣[οῦ] Τραιανοῦ ἐπαγομένων ἕκτῃ διὰ τοῦ αὐτοῦ γραφείου, ὑπὲρ ὧν | καὶ μὴ ἐπελεύσεσθαι τὴν Διδυμάριον μηδὲ τοὺς παρ᾽ αὐτῆς ἐπὶ τοὺς δύο ἀδελφοὺς | μηδὲ ἐφ᾽ ἑκάτ̣ερ̣ο̣[ν] αὐ̣τῶν μηδὲ ἐπὶ τοὺς παρ᾽ αὐτῶν ἀλλὰ μηδὲ περὶ ἑτέρου ἁπλῶς | πράγ<μ>ατος ἐνγρά[π]τ̣ου̣ μηδὲ ἀγράφου̣ μηδὲ̣ ὀφειλήματος μηδὲ παντὸς τῷ καθόλου | συναλλά̣γ̣ματος ἀπὸ μηδενὸς ορμ[.]υ μέχρι δικα̣ίου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι | τῆς ἐνεστώσης ἡμέρ̣ας παρευρέσει μη[δε]μίᾳ, ἡ δὲ μήτηρ Διδύμη προσομολογεῖ αὐτόθεν | ἀποκεχαρίσθαι   τῇ   θ̣υ̣γατρὶ   Διδυμαρ<ί>ῳ   ἐνωτίων   χρυσῶν   ἀληθινοπίνων   ζεῦγος   τεταρ-|τῶν τεσσ̣άρων   [κ]α̣[ὶ   σ]τ̣ολὴν   πορφυρᾶν   μονοχίτωνα ἅ̣περ ἅπαντα παρειληφέναι [τ]ὴν Διδυ-|μάριον κα̣[ὶ]   ἐπ̣[άναγκ]ον̣   αὐτὴν   Διδύμην αὐτόθεν φυ[λ]ά̣ξειν τῇ θυγατρὶ Διδυμαρίῳ ἀνε-|ξαλλοτρίωτον [κ]α̣ὶ̣ ἀκαταχρημάτιστον κατὰ πάντα τρόπον ὃ προσυνεχώρησεν αὐτῇ κατὰ | τὸ προσονομαζόμενον ἐπὶ τοῦ δεκάτου ἔτους Τρ̣α̣ιανοῦ ἐπαγομένων ἕκτῃ συνχώρη-|μα ἥμισυ μ̣έ̣ρο[ς] ο̣ἰκίας καὶ αὐλῆς ἐν Τεπτύνει. Διδυμάρ[ιο]ν̣ Ἡρακλείδου μετὰ κυρίου τ̣οῦ ἀ̣νεψιοῦ | Κρονίου τ̣οῦ Λ[υσ]α̣νίου ὁμολογῶ ἀπέχειν παρὰ τῶν ἀδε̣λφῶν μ[ο]υ Οὐαλερίου καὶ Λυσιμάχου | διὰ χειρὸς ἀ̣ργ̣υ̣ρ̣[ίου] δ̣ρ̣α̣χμὰ̣ς̣ ἑξακοσίας δηλωθείσας διὰ τῆς συνγραφῆς πρὸς οἷσίν | μοι τὸν πατέρα ὑπὲρ ὧν καὶ οὐκ ἐπελεύσομαι ἀλλὰ οὔτε περὶ ἑτέρου ἁπλῶς πρά-|γματος μέχρι τῆς ἐνεστώσης ἡμέρ̣ας καὶ παρ̣είληφα̣ τὸ ἐνώτιον καὶ τὴν στολὴν καθὼς | πρόκιται. Κρονί̣ων ἔγραψα καὶ ὑπὲρ αὐτὴς μὴ εἰδυίας γράμματα. Λυσίμαχος Ἡρακλείδου | καὶ ἡ μήτηρ Διδύμη Λυσιμάχου μετὰ κυρίου ἐμοῦ, γέγονε ἡ ἀποχὴ εἴς με Λυσίμαχον | κ̣αὶ Οὐαλέριον τῶν̣ δραχμῶν ἑξακοσίων , ἡ δὲ μήτηρ Διδύμη ἀποκεχάρισται τῇ θυ-|γ̣ατρὶ Διδυμαρίῳ τὸ ἐνώτιον καὶ τὴν στολὴν πορφυρᾶν καὶ ἐπάναγκον φυλάξειν | [α]ὐτῇ   ἀνεξαλλοτρίωτον   καὶ   ἀκαταχρημάτιστον   ὃ   συνεχώρησε αὐτῇ ἥμισυ μέρος | [ο]ἰκ̣ίας   καὶ   αὐλῆς   ἐν   Τεπτύνει.   Λυσίμαχος   ἔγραψα   καὶ   ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. | [Ἡ]ρα̣κ̣λ̣είδης ὁ καὶ Οὐαλέρ̣ιος, γέγονε εἴς με καὶ τὸν ἀδε̣λφόν μου Λυσίμαχον ἡ ἀποχὴ | κ̣α̣θ̣ὼ̣ς πρόκειται. ἀνατέτακται̣ διὰ Λουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ | κώμης Τεπτύνεως κ̣αὶ Κερκεσούχων Ὄρους Πολέμονος μερίδος ἔτους ἕκτου | Α̣ὐτο̣κράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ νουμηνίᾳ.
 

 
►  Bibliography
 
 
Van Groningen, A Family-archive from Tebtunis (Papyrologica Lugduno-Batava VI), Leiden, 1950, n. 21 ; Taubenschlag, The law of Greco-Roman Egypt in the light of the papyri, 332 B.C.-640 A.D., Warszawa, 1955, p. 126 ; Eos, 48, 1957, p. 147 ; Böhm, Kritische Bemerkungen zum Papyrus Varsoviensis 10, Diss., Mainz, 1961, p. 32 ; Lefkowitz, Greece & Rome, 30, 1983, pp. 31-47 ; Krause, Witwen und Waisen im Römischen Reich, I, Stuttgart, 1994, p. 230 / III, pp. 8, 56 and 153 ; Cowey, ZPE, 106, 1995, p. 198 ; Atti del XXII Congresso Internazionale di Papirologia, II, Firenze, 2001, p. 1196.
 
 
►  Source : Papyrus from Tebtynis (?)