DIVORTIUM
COMMUNI CONSENSU Divorce of mutual agreement between Nabusamaus and Acozzis ( June 18, AD 204 ) |
P. Dura 31 ( Duke Data Bank of Documentary Papyri ). |
Int. |
(hand
2) ἔτους φιε, μηνὸς Ἀρτεμισίου δ, ἐν Ὄσσῃ Κώμῃ, | ἐπὶ τῶν ὑποχειρογραφηκότων
μαρτύρων. Ναβου-|σάμαος Κόνωνος καὶ Ἄκοζζις Σελεύκου, ἀμ-|φότεροι δὲ
τῶν ἀπὸ Ὄσσης Κώμης, φάμενοι γε-|γενῆσθαι αὐτοῖς τὸν συνοικισμὸν ἔτι
πρότε-|ρον ἀγράφως, \τέκνα δὲ αὐτοῖς μὴ γένηται,/ δυσαρε<σ>τεῖς
δὲ νυνὶ τὴν ἑαυτῶν | συμβίωσιν, ἐξωμολογήσατο ἀφίστασθαι ἀπὸ | ἀλλήλων
καὶ διδόναι ἀλλήλοις ἔφεσιν καὶ ἐξουσί-|αν, Ναβουσάμαος μὲν τῇ Ἀκόζζει
συνοικεῖν ἑτέ-|ρῳ ἀνδρὶ ὃ ἂν αὐτὴ αἱρῆται, Ἄκοζζις δὲ τῷ Ναβου-|σαμάῳ
γαμεῖν ἄλλην γυναῖκα ὃ ἂν αὐτὸς βού-|ληται, καὶ μὴ ἐνκαλεῖν μηδὲ ἐγκαλέσειν
| ἀλλήλοις μήτε τοῦ συνοικισμοῦ μήτε περὶ τῶν | ὑπαρχόντων δούλων καὶ
κτημάτων μήτε παρευ-|ρέσει μηδεμιᾷ μήτε περὶ ἄλλου μηδενὸς ἁπ-|λῶς·
ἐὰν δὲ ἐγκαλέσῃ τις ἐξ αὐτῶν ἢ ἕτερος ἐκ τοῦ | αὐτοῦ λόγου, τὸ μὲν ἔνκλημα
ἢ τὸν ἀθέτησιν εἶναι | ἄκυρον καὶ ἀποτείνειν ἄνευ λόγου καὶ κρίσεως
| τῷ μὲν ἑτέρῳ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας | καὶ τῷ φίσκῳ τὰς ἴσας,
καὶ τὴν συνγραφὴν ταύτην εἶ-|ναι καὶ οὕτως κυρίαν. vac. | |
Ext. |
(hand
1) ἐπὶ ὑπάτων Λουκίου Φαβίου Κύλωνος τὸ β καὶ Φλαυίου Ἀννί-|ου
Λίβωνος· ἔτους ιβ τῆς Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπ-|τιμίου Σεουήρου
Περτίνακος Αὐγούστου, ι δὲ Μάρκου Αὐρηλίου | Ἀντωνίνου Σεβαστοῦ, ζ δὲ
Λουκίου Σεπτιμίου Γέτα Καίσαρος, | υἱῶν αὐτοῦ Σεβαστῶν, ἡγεμονίας· κατὰ
δὲ τὸν πρότερον ἀριθ-|μὸν
φιε, μηνὸς Ἀρτεμισίου δ, ἐν Ὄσσῃ Κώμῃ ἐπὶ τῶν ὑπο-|χειρογραφηκότων
μαρτύρων. Ναβουσάμαος Κόνωνος | τοῦ Ἀβισσαίου καὶ Ἄκοζζις Σελεύκου τοῦ
Ἀβισσίου, ἀμ-|φότεροι δὲ τῶν ἀπὸ Ὄσσης Κώμης, φάμενοι γεγενῆσ-|θαι αὐτοῖς
τὸν συνοικισμὸν ἔτι πρότερον ἀγράφως, τέκ-|να δὲ αὐτοῖς μὴ γένηται,
δυσαρε<σ>τεῖς δὲ νυνὶ τὴν ἑαυτῶν | συμβίωσιν, ἐξωμολογήσαντο ἀφίστασθαι
ἀπὸ ἀλλήλων | καὶ διδόναι ἀλλήλοις ἔφεσιν καὶ ἐξουσίαν, Ναβουσάμαος
| μὲν τῇ Ἄκοζζις συνοικεῖν ἑτέρῳ ἀνδρὶ ὃ ἂν αὐτὴ αἱρῆ-|ται, Ἄκοζζις
δὲ τῷ Ναβουσαμάῳ γαμεῖν ἄλλην γυναῖ-|κα ὃ ἂν αὐτὸς βούληται, καὶ μὴ
ἐνκαλεῖν μηδὲ ἐνκα-|λέσειν ἀλλήλοις μήτε περὶ τοῦ συνοικισμοῦ μήτε πρὸς
| κληρονόμων αὐτῶν μήτε πρὸς ἄλλον τινὰ τῶν ἐξ | ὀνόματος αὐτῶν ἔνγραφον
ἐνγράφου ἐνστάντος | ἢ γενομένη τῶν ἀπὸ τῶν ἀνωτέρων χρόνων, κυρίας
| μενούσης τῆσδε τῆς ὁμολογίας παν<τα>χοῦ προφερομέ-|νης πίστει
ἐπηρώτησαν ἀλλήλοις καὶ ὡμολόγησαν ἀλλή-|λοῖς μήτε παρευρέσει μηδεμιᾷ
μήτε περὶ ἄλλου | τὸ σύνολον, ἐὰν δὲ ἐνκαλέσῃ τις ἐξ αὐτῶν τὸ μὲν ἔνκλη-|μα
εἶναι ἄκυρον καὶ ἀποτείνειν ἄνευ λόγου καὶ κρίσεως | τῷ μὲν ἑτέρῳ ἐπίτιμον
ἀργυρίου δηνάρια τρισχίλια καὶ | εἰς φίσκον τὰς ἴσας, καὶ τὴν συνγραφὴν
ταύτην εἶναι | καὶ οὕτως κυρίαν. μάρτυρες· Ζαβεῖνας Ἀδαίου, Ἀβισσαῖ-|ος
Ἀβισσαίου. | (hand 3) Ναβουσάμαος Κόνωνος, ὁ ἐπάνω, | ὁμολογῶ
καὶ | εὐδοκῶ κατὰ τὰ προγεγραμμένα. | (hand 4) Βαρναῖος Λυσίου,
ἐρωτηθείς, ἔγραψα ὑπὲρ Ἄκοζζις | μητρός μου, ὁμολογούσης δὲ τῆς ἐπάνω
καὶ εὐδο-|κούσης. | (hand 5) Ἰούλιος Γερμανός, οὐετρανός, μαρτυρῶ.
| (hand 6) Ζαβεῖνας Ἀδαίου μαρτυρῶ. | (hand 7) Ἀβισσαῖος
Ἀβισσαίου μαρτυρῶ. | (hand 8) ἐκπέπληκται. |
|