MUTUUM Loan of wheat ( December 4, 112 BC ) |
P. Dion. 13 = P. Rein. I, 9 ( Duke Data Bank of Documentary Papyri ). |
r, ext |
βασιλευ̣ό̣ν̣τ̣ω̣ν̣
Κλεοπ̣άτρας καὶ Πτολεμαίου θεῶν Φι̣λ̣ομητόρων | Σ̣ω̣τήρων ἔ̣τ̣ους ἕκτου,
ἐφ᾽ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρ̣ο̣υ̣
κ̣α̣ὶ̣ | θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν
κα[ὶ] θεῶν Εὐεργε[τῶν κ]α̣ὶ θεῶν Φιλο̣-|πατόρων
κα̣ὶ̣ [θεῶν Ἐ]π̣ιφανῶν καὶ θεοῦ Εὐπάτορος
κα̣ὶ̣ [θε]οῦ Φιλομή̣[τ]ορος̣ | [καὶ θεοῦ] Φ̣[ιλοπάτορος] κ̣α̣ὶ̣
θ̣ε̣οῦ Εὐεργέτου̣ κα̣ὶ̣ θ̣ε̣ῶ̣ν̣ Φ̣ι̣λομητόρων Σωτήρων, | ἱερο[ῦ πώλου
Ἴσιδος μητρὸ]ς̣ θ̣ε̣ῶ̣ν̣ με̣γά̣λης, στεφ̣α̣ν̣ηφόρου βασ̣ι̣λ̣ί̣σσης Κλεο-|[πάτρας
θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρ]ου, [ἀθλοφόρ]ο̣υ̣ | [Βερενίκης
Εὐεργέτιδος,] φω̣σ̣φ̣ό̣ρ̣ο̣υ̣ β̣ασιλίσση̣ς̣ Κ̣[λεοπάτρας] θ̣ε̣ᾶ̣[ς
Φ]ιλ̣ο̣-|μ̣ή̣τ̣ο̣ρ̣ο̣ς̣ Σ̣ω̣τ̣ε̣ί̣ρ̣α̣ς̣ Δ̣ι̣κ̣α̣ι̣ο̣σ̣ύ̣ν̣η̣ς̣
Ν̣ι̣κ̣ηφό̣ρ̣ο̣υ, κα̣ν̣η̣φ̣ό̣ρου Ἀ̣ρ̣[σινόης Φιλ]α̣-|[δέλφου,]
ἱερε̣ί̣α̣ς̣ Ἀ̣ρ̣σ̣ι̣ν̣ό̣η̣ς̣ Φ̣ι̣λ̣ο̣π̣ά̣τορ̣ο̣ς̣ τ̣ῶν οὐσῶν̣ ἐ̣[ν Ἀλεξανδρείαι,]
| μ̣η[νὸς Αὐδναίου] ἑκκα̣ι̣δ̣εκάτηι̣, Ἁ̣θ̣ὺ̣ρ ἑκ̣κ̣α̣ι̣δ̣ε̣κ̣ά̣τ̣η̣ι̣,
[ἐν κώμηι] | Τή̣[νει] τ̣ῆ̣ι̣ καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου, ἐ̣δ̣[άνεισεν
Διονύσιος] | [Ἀπολλ]ω̣νίου Π̣έ̣ρ̣σ̣ης τῆς Ἀρτεμιδώρου̣ ἡγεμονία̣ς Ἀ̣[κωριτῶν]
| [Διονυσίωι Κεφαλᾶ]τ̣ο̣ς̣ Π̣έ̣ρ̣σηι τῆς ἐπιγ̣[ο]νῆς π̣υ̣ρ̣ο̣ῦ στερεοῦ
ἀ̣ρ̣τ̣ά̣β̣α̣ς | [πε]ν̣τ̣ή̣[κοντα] π̣έ̣ν̣τ̣ε̣ , ἃ̣ς̣ ἐ̣κ̣τ̣ε̣τ̣α̣μ̣ί̣ε̣υ̣τ̣α̣ι̣
παρ᾽ αὐ̣τοῦ, τό̣κ̣ων ἡμιο-|λ̣ίων̣, [ἀρτά]β̣α̣ι̣ς̣ ε̣ἴ̣κ̣ο̣σ̣ι̣ ἑ̣πτὰ
ἡ̣μ̣ί̣σει · τὸ̣ν̣ δὲ πυ̣ρὸν κα̣ὶ τὸν̣ | τόκο̣ν, τὰς πά[σας πυροῦ] ἀ̣ρ̣τάβας
ὀγδο̣ήκοντα δύο ἥμισυ , ἀπο-|δότω Διονύσιο̣ς̣ Κεφαλᾶτος Διονυσί̣ωι Ἀπολλωνίου
ἢ τοῖς | παρ᾽ αὐτοῦ ἐν μην̣ὶ Λ̣ωίω̣ι ὅς ἐστιν Παῦνι τοῦ ἕκτου ἔτους,
| πυρὸν στερεὸν νέον καθαρὸν ἄδολο[ν], μέτρω̣ι τῶι πρ̣ὸ̣ς̣ τ̣ὸ̣ | χαλκοῦν
καὶ καταστησάτω ἐπὶ τ̣ὸν κατὰ τὴν Ἀκώρ̣ιος | ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι·
ἐὰ̣ν δὲ μὴ ἀποδῷ καθ᾽ ἃ | γέγραπται, ἀποτεισάτω Διονύσιος
Κεφαλᾶτος Διονυσίωι | Ἀπολλωνίου
ἢ τοῖς παρ᾽ αὐτοῦ τι̣[μ]ὴ̣ν̣ ἑκάστη̣ς
ἀρτάβης̣ [χ]αλκ[οῦ] | δραχμὰς τρισχιλίας καὶ τοῦ ἡμίσους τὸ κατὰ
λ[ό]γον· | ἡ̣ δὲ πρᾶξις ἔστω Διονυσίωι Ἀπολλω̣ν̣ίου καὶ τοῖς παρ᾽ αὐτοῦ
τῶν | κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτοῦ Διον̣υ̣σίου τοῦ Κεφαλᾶτος καὶ |
ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθ᾽ ἅπερ ἐκ δίκης· | ἡ συγγραφὴ ἥδε
κυρία ἔστω. μάρτυ̣ρες· Ἀλέξανδρος Πασ̣ίου, | Ἀσκληπιάδης Διονυσίου,
Τιμοκράτης Διονυσίου, Ἀπολλ[ώ]νιος | Πολυκράτου, οἱ τέσσαρες Πέρσαι
τῆς ἐπιγονῆς, Ἀρίμμας Διονυσίου | Χ̣αριστήριος̣, Ἡρώιδης Ἡρακλείδου
Ἀ̣λεξανδρεύς. | συγγραφ[οφ]ύλα̣[ξ· Ἀλέξανδρος]. | (hand 2)
[Διον]ύ̣σιος Κε̣φαλᾶτος̣ Πέρση̣ς̣ τ̣ῆ̣ς̣ ἐπι[γονῆς ἀπέχω τὰς] | [ὀγδ]οήκοντ̣α̣
δ̣ύ̣ο̣ ἥμισυ ἀρτάβα[ς τοῦ στερεοῦ πυροῦ καὶ πάντα] | [ποιή]σωι καθ᾽
ὅτι πρόκειται καὶ δέδ[ωκα κυρίαν Ἀλεξάνδρωι]. | (hand 3)
[Ἀλέξα]ν̣δ̣ρ̣ο̣ς̣ ἔ̣χ̣ω̣ κ̣υρίαν. (hand 6) ἔτους Ϛ̣
[Ἁθὺρ ιϚ ἐν κώ(μηι) Τήνει] | (hand 6)
τοῦ Μ[ωχί(του)· ἀναγέγρ(απται) δι᾽ Ἀπολλωνίου] | |
r, int |
βας traces
| Traces 1 line | traces τι(μὴ) Γ· | συγ̣γ̣ρ̣α̣φ̣ο̣φ̣ύ̣λ̣α̣ξ̣·
Ἀ̣λ̣έ̣ξ̣α̣ν̣δ̣ρ̣ο̣ς̣. | |
v |
(hand 5)
Διονυσίου Ἀλεξάνδρου Τιμ̣οκράτου Ἀρίμματος | Διονυσίου Ἀσκληπιάδου Ἀπολ̣λ̣ωνίου
Ἡρώι̣δου | (hand 8) [Διον]υ̣σί̣ου τοῦ Ἀπολλωνίου. | νε̣
| (hand 7) ἔτους Ϛ Ἁθὺρ
ιϚ· δά(νειον) Διονυ(σίου) | τοῦ Κεφ̣αλᾶ̣τος
π̣υ̣ρ̣ο̣ῦ̣ (ἀ̣ρ̣τ̣α̣β̣ῶ̣ν̣) [πβ ½]. |
|