MUTUUM Loan of wheat and money ( November 12, AD 213 ) |
P. Diog. 27 = P. Harr. I, 83 ( Duke Data Bank of Documentary Papyri ). |
r |
Μᾶρκος
Λουκρήτιο̣ς Διογένης καὶ ἡ̣ ἀδ̣ε̣λ-|φή μου
Λουκρητία Ὀκταυία Ἀντι̣ν̣ο̣[εῖς] | καὶ ὡς χρη(ματίζομεν)
Ἰγνατίῳ Ἀπολιναρίῳ Ἀν̣[τινοεῖ] | καὶ ὡς χρη(ματίζει)
χαίρειν. ὁμολογοῦμεν̣ δ̣ι̣ὰ̣ τ̣ό̣-|δε τὸ χειρόγραφον
εἰληφέναι παρὰ̣ σ̣ο̣ῦ̣ ἀ̣ρ̣γ̣υ̣-|ρίου σεβαστοῦ
νομίσματος δραχμὰς τετρα̣κ̣ο̣-|σίας ἀριθμοῦ πλήρης καὶ πυροῦ
(ἀρτάβας) ι γ̣ί̣ν̣(ονται) π̣υ̣ρ̣-|οῦ ἀρτάβαι δέκα , μέτρῳ ὀγδόῳ
σοῦ Ἀπ̣ο̣λ̣ι̣-|ναρίου, αἷς οὐδὲν προσεγράφη, ἅσπ̣ε̣ρ ἀπ̣ο̣-|δώσομέν
σοι ἐν μηνὶ Παῦνι ἀνυπερθέτω̣[ς.] | ἐὰν δὲ μὴ ἀποδῶμεν, γινομένης σ̣[ο]ι̣
| τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπ̣αρ̣χ̣ό̣ν̣-|των ἡμῖν πάντων καθάπερ
ἐκ δίκης. | τὸ χειρόγραφον το̣ῦ̣το ἁπλοῦν γραφὲ̣ν χ̣ω̣ρ̣ὶ̣ς̣ | ἀλείφατος
καὶ ἐπιγραφῆς̣ κύριο̣ν ἔστω π̣α̣ν̣-|ταχῇ καὶ παντὶ τῷ ἐπιφέροντι ὡς
ἐν δη[μο]-|σίῳ κατακεχωρισ̣μ̣[ένον.] (hand 2) Λουκρήτιος
Δι̣ο̣γ̣έ̣ν̣η̣ς̣ | καὶ Λουκρητία̣ ἐ̣[λ]ά̣β̣ο̣μεν τὰς δραχμ̣ὰ̣ς̣ | τετρακοσίας
[καὶ τ]ὰ̣ς τ̣οῦ πυροῦ ἀ̣ρ̣τά̣-|βας δέκα
κα[ὶ ἀποδ]ώσομεν ὡς πρ̣ό-|κιται. Λουκρήτιο̣[ς ἔγρ]α̣ψα ὑπὲρ
τῆς ἀ̣δ̣ε̣λ̣-|φῆς μου, γράμμ̣ατα μὴ εἰδυίας. | (hand 1)
(ἔτους) κβ̣ Μ̣ά̣ρ̣κου Αὐρηλίου Σεου̣ήρου Ἀντωνίν̣ο̣υ̣ | Παρθικοῦ Μεγίστου
Β̣ρ̣ε̣ταννικοῦ Μ̣ε̣γίστο̣υ̣ | Ε̣ὐ̣σ̣ε̣β̣ο̣ῦ̣ς̣ Σεβαστοῦ, Ἁθὺρ ι̣Ϛ. |
v |
Διογένους Παραδρο-|μαίου |
|