DONATIO
MORTIS CAUSA Donation mortis causa ( November 27 - December 26, AD 213 ) |
P. Diog. 11 = P. Diog. 12 ( Duke Data Bank of Documentary Papyri ). |
ἔτο̣υ̣ς
δευτέρου καὶ ε̣ἰ̣κ̣ο̣σ̣τοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλ̣ί̣ο̣υ
| Σεου̣ήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ | Μεγίστου Γερμανικοῦ
Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἁδριανοῦ | ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ
Ἀρσινοείτου νομοῦ. Ἰσιδώρα Πτολ̣ε̣-|μ̣α̣ί̣ο̣υ̣, ἀ̣πὸ τῆς μητροπ̣όλεως
τοῦ Ἀρσινοείτου νομοῦ ἀ̣π̣ὸ ἀμφόδο̣υ̣ | [Ἱ]ε̣ρ̣ᾶς Πύλης, μετὰ κυρίου
τ[οῦ ἀ]νδρός μου Μάρκου Λουκ̣ρητίου Διογέ̣-|νο̣υ̣ς̣ Ἀ̣ν̣τινοέως καὶ
ὡς χρηματίζ[ε]ι̣. [με]σιτείας μου γεναμ̣έ̣νης κ̣α̣ὶ̣ δ̣ι̣έ-|τ̣αξα̣ τῷ
υἱῷ μου Ἰσιδώρῳ πρὸ μιᾶς ἡμέρας μου τοῦ θανάτου εἴ τ̣ί̣ μ̣οι | ὑπάρχει
ἀγρῶν τε καὶ οἰκοπέδων καὶ χρυσία καὶ ἱμάτια καὶ ... | ....ετωε...
ὅσα ἔχω κ[α]τ̣ὰ συνγραφὴν πρὸς τὸν ἄνδρα μο̣υ̣ | [Λου]κ̣ρή̣τιον Δ̣ιο̣γένην
χ̣[ωρὶ]ς̣ τῶν παιδαρίων μου δύο καὶ ἀργυ̣-|[ρίου] δραχμ̣ὰ̣ς̣ πεντακοσίας ·
ταύτας γὰρ ἀποχαρίζομαι τῷ ἀν̣δ̣ρ̣ί̣ | [μου Λ]ουκρητ[ίῳ] Διογένει· οὐ
βο̣ύ̣λ̣[ο]μα̣ι αὐτὸν̣ ἐκπρᾶξαι τὰ δύο παιδά̣-|[ριά] μου καὶ τὰ̣ς̣ δραχμὰς
πεντακοσίας διότ̣ι̣ προαπεχαρισάμην | α̣ὐ̣τ̣ῷ̣· ἔχω δὲ χρυσία κλάνια
ζεῦγος ἓν μναιαίων δύο καὶ ψ̣ε̣λ̣ί̣-|ω̣ν ζ̣[ε]ῦ̣γος ἓν μναιαίων τριῶ[ν
καὶ ὁ]μοίως ἄλλα χρυσία τετάρτας | πέν̣[τ]ε καὶ τὰ ἱμάτιά μου κα̣ὶ̣
τ̣ὰ̣ χαλκωμάτια. ταῦτα πάντα διέ̣τ̣α̣ξα̣ | τῷ υ[ἱ]ῷ μου· διέταξα δὲ
τ̣ὸ̣ ζ̣εῦγος τῶν κλανίων μου πραθ̣ῆ̣ν̣α̣ι̣ | κ̣α̣ὶ̣ ἀναλωθῆναι εἰς τὴν
περιστολήν μου. τὴν δὲ μητέρα μ̣ο̣υ̣ | Ἁρποκρατίαινην καὶ τὸν ἄνδρα
μου πατέρα τοῦ υἱοῦ μου Λουκρήτ̣ι̣ο̣ν̣ | Δ̣ι[ο]γ̣[έ]νην φρ̣ο̣ντίζειν
το<ῦ> υἱοῦ μου καὶ χορηγεῖν τῇ τροφῖτι ὑπὲρ α̣ὐ̣-|το̣ῦ̣ τὰ τροφεῖα
ἐκ τῶν ἐ̣μῶν πάντων· διέταξα δὲ ταῦτα | π̣ά̣ν̣[τ]α̣ παρόντος Σαραπ̣άμωνος
[Ο]ὐ̣αλερίου μισθωτοῦ ἑξαμαρτ̣ύρ̣[ου] | κώ̣[μ]ης Φιλαδελφείας καὶ τῆς
μητρός μου Ἁρποκρατιαίνης καὶ τῆς | ἀδ̣ε̣λ̣φ̣ῆς μου Κο̣τις̣.... καὶ
Αὐρηλίου Ἰγνατίου Ἀπολλιναρίου καὶ τοῦπρογε-|γραμμένου <μου> κυρίου
καὶ ἀνδρὸς Λ̣ο̣υ̣κ̣ρητίου Διογένους καὶ Μάρκ̣ου Αὐρηλίου | Σ̣ε̣ρ̣ή̣ν̣ου.
κυρία ἡ μεσιτεία. (hand 2) Ἰσιδώρα Πτολεμαίου διέταξ̣α̣
τ̣-|ῷ υ̣ἱ̣ῷ μου τὰ προκίμενα διὰ τῶν προκιμένων μεσιτῶν ὡς | πρ̣ό̣κ̣[ι]τ̣αι.
Μᾶρκος Λουκρήτιος Διογένης ὁ ἀνὴρ κα̣ὶ κύριος ἔ̣γρα-|ψα̣ ὑ̣π̣ὲρ τῆς
γυναικός μου Ἰσιδώρας ἀγραμμάτου καὶ παρή̣-|μ̣η̣ν τῇ μεσιτείᾳ. (m1 ?)
Σαραπάμμων μισ̣θ̣ωτὴς ἑ̣ξαμαρτ̣υρ̣[..] | κ̣ώ̣μ̣η̣ς̣ Φιλ(αδελφείας) ἔγραψα
τὴν μεσιτείαν ὡς πρόκειται. |
|