DE
CONNUBIO ANTINOOPOLITANORUM ET AEGYPTORUM On rights of intermarriage with citizens of other Egyptian towns ( AD 2nd century ) |
W. Chr. 27 ( Duke Data Bank of Documentary Papyri ). |
εἰ
τοῖς ἀναγνωσθεῖσι ψηφίσ-|μα[σ]ι ὑπεναντίον τί ἐστιν κα-|τὰ νόμον ἢ κατὰ
διάταξιν. | ε[ἰ γὰ]ρ ὑπεναντίον ἐστὶν τὸ | πα[ρά]δειγμα οὐκ ἰσχυρόν,
προ-|κρίνονται γὰρ παντὸς οὑτινοσ-|οῦν̣ ο̣ἱ νόμοι καὶ διατάξεις. | Ἑρμόδωρος
Εὐτυχίδους βου-|λευτὴς εἶπεν· ἀναγνωσθή-|τω ἡ διάταξις Πρόκλου. ἀνα-|γνωσθείσ(ης)
ἐπὶ τοῦ θ (ἔτους) θεοῦ | Αἰλίου Ἀντ[ω]νείνου Ἁθὺρ κα Νε-|μεσίων Ἀμμωνίου
βουλευ-|[τὴς] εἶπεν· περὶ τούτου ὡς ἔδο-|ξε[ν], προσφωνησάτω ἡμῖν |
ὁ πρυτανικός. Λούκιος Ἀπολινά-|ριος πρυτανικὸς εἶπεν· ἡ ἐπι-|γαμία ἐδόθη
ἡμῖν πρὸς | Αἰγυπ[τί]ου[ς] κατ᾽
ἐξαίρετον | ὑπὸ τοῦ θεοῦ Ἁδριανοῦ, ἥν-|περ {ου} οὐκ ἔχουσι Ναυκρα-|τεῖται,
ὧν τοῖς νόμοις χρώ-|μεθα, καὶ τὰ περὶ τῆς ἐπιγα-|μίας πάλιν ἀναγιγνώσκω.
| καὶ ἀναγνόντος μετὰ τὴν {ἀ} | ἀνάγνωσιν Ἀρισταῖος βου-|λευτὴς εἶπεν·
τοῦτο οὐχ ἅπα-| ξ ἐν̣ν̣..[...] κεκίνηται, | ἀλλὰ καὶ πλεονάκις ἤδη,
| ὡς, ἐπ[ρ]επε̣[ν] ἡμῶν τῷ | Ἑλληνικ[ῷ τύ(?)]π̣ῳ(?). ἠθελη-|σα....ν
περιτροπὴν̣ ε̣-|τ.υσε̣π.κ.... ἡμῖν | -- -- -- -- --
-- -- -- -- - |
|