CONVENTIO
NUPTIALIS Marriage contract ( June 25 - July 24, AD 162 ) |
Pap. Choix 10 = PSI X, 1116 = P. Mert. II, 72 ( Duke Data Bank of Documentary Papyri ). |
ἔτους
δευτέρου Αὐτοκράτορο[ς] Καίσαρος Μά̣ρκου Αὐ̣ρηλίο[υ] | Ἀντωνε̣ίνου Σεβα̣στοῦ
καὶ Αὐ̣τοκράτορος Καίσαρος | Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἐπεὶφ
ἐν Τεβτύνει | τῆς Π̣ολέμωνος μερίδος̣ τοῦ Ἀρσι(νοΐτου) νομ̣οῦ. ὁμολογεῖ
Ἡροῦς | Ἥρων̣[ο]ς̣ τοῦ ᾿απολλωνίου ὡς ἐτῶν πεντήκοντα ὀκτὼ , οὐλὴ |
ἀντικ̣νημίω̣ι̣ ἀ̣ρ̣ιστερῶ̣[ι] μ̣[ε]τὰ κ[υ]ρ̣[ίου] τοῦ υ[ἱοῦ] Ὀ̣ρσενουφέω(ς)
| τοῦ Σαραπίωνος, ὡς ἐτῶ̣ν̣ εἴκοσι ὀ̣κτώ̣ , ο̣ὐ̣λ̣ὴ χειρὶ ἀριστε(ρᾷ),
| Θαισᾶτι ὡς ἐτῶν τριάκον̣τα ὀκτώ̣ , οὐλὴ πο̣δ̣ὶ̣ ἀριστερῶι, |
μετὰ κυρίου τ̣[οῦ] ἑαυτῆς πάτρων[ο]ς Γεμέλλ[ο]υ ἀπελ̣ευθέρο̣(υ) | Μάρωνος
Λουκ̣ίου, ὡς ἐτ̣ῶ̣ν τεσσαράκοντα ὀκτώ , [ἀ]σήμου, | [ἔχειν] π̣αρ̣᾽
αὐ[τ]ῆς Ἡροῦ[τ]ος φερνὴν ἐπὶ τῇ αὐτῆς θυγατρὶ | [Σαρα]ποῦτι Ἥρω̣ν̣ο̣[ς]
γαμουμένῃ [τῷ ἑαυτ]ῆς Ἡ[ρ]οῦτο[ς] υἱῶι | [Ἐκύ]σ̣ι ἀργυρίου δραχμὰς ἑκατὸν
οὔσας τιμὴ(ν) στολῆς | [βυσσ]ίνης μονοχίτωνος καὶ ἐν παραφέρνοις ἄνευ
διατι-|[μήσ]εως ἐν[ω]τ̣ίων χρυσο̣ῦ̣ν ζεῦγος τεταρτῶν δύο ἡμίσους | [κα]ὶ
[πτ]ύχιν πε[ρι]τράχηλον τεταρ[τ]ῶν δέκα καὶ περιδέξιον τε-|ταρτῶν δύ[ο]
[κ]αὶ δακτ[υ]λίους δύο τεταρτῶν τριῶν καὶ | κολλάρια ἀργυρᾶ δύο · ὁλκῆς
ἀσήμου δραχμῶν εἰκοσιτεσ-|σάρων καὶ χιτῶνα καὶ πάλλιον χρωμάτινα καὶ
κάδον | καὶ σκ̣άφιον χαλκῆ καὶ κιβωτὸν καὶ δίφρον ξύλινα καὶ | κ[ίστη]ν
πλεκτήν. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γα-|μο[ῦντες ἀμέ]μ̣πτως ὅ τε Ἐκῦσις
καὶ Σαραποῦς τῆς Ἡροῦ-|[τος χορηγούση]ς αὐτοῖς κατὰ δύναμιν. ἐπὶ δὲ
τοῦ ἀπ᾽ ἀλ-|[λήλων χωρισμο]ῦ ἀποδό[τ]ω ἡ Ἡροῦς τῇ Σαραποῦτι τὴν | [φερνὴν
καὶ τὰ π]αράφ̣ερ̣[να] ἐ̣ν ἡ[μέραις τ]ριάκοντα , γει-|[νομένης τῆς] πράξεως
ἔκ τε τῆς Ἡροῦτος καὶ ἐκ τῶν ὑπαρ-|[χόντων αὐτῇ π]άντων. (hand 2)
Ἡρο̣ῦς Ἥρωνος μετὰ κυρίου τοῦ | [υἱοῦ Ὀρσενούφεω]ς ἔχω παρὰ τῆς Θασᾶτος
φερνὴν ἐπὶ τῇ Σα-|[ραποῦτι ἀργυρίου δ]ραχμὰς ἑκατὸν ἐν συντιμήσει ἱματίων
| [καὶ τὰ παράφερνα ἃ ἀ]ποδώσω ὡς πρόκιται. ἔγραψεν ὑπὲρ αντων | [ ........ ἀγρ]αμμάτου. |
|