CONVENTIO
NUPTIALIS Marriage contract ( AD 566-573 ) |
P. Cair. Masp. III, 67310 ( Duke Data Bank of Documentary Papyri ). |
r |
†
πρώην κατὰ φιλικὴν καὶ εἰρηνικὴν διάθεσιν συνηρμοσάμην \ἐμαυτὸν/ τῇ
σῇ κοσμιότητι | κατ᾽ ἔκδοσιν νομίμο(υ) γάμο(υ), ἐπὶ χρησταῖς ἐλπί\σιν/
εἰ τῷ Θεῷ δόξειεν καὶ \γνησίων/ τέκνων σπορᾷ̣, | καὶ τὴν σὴν σεμνὴν
καὶ ἀσφαλῆ παρθενία\ν/ εὑρὼν διηγόρευσα. ὅθεν εἰς ταύτην̣ | ἥκω τὴν
ἔγγραφον ἀσφαλείαν, καθ᾽ ἣν ὁμολογῶ ὀφείλειν καὶ χρεωστεῖν ὑπὲρ | τ̣ῶ̣ν
σῶν γαμικῶν ἕδν̣ων \ἤτοι πρὸ γάμο(υ) δωρ\ε/ῶν/ τῶν συμπ̣εφω̣[ν]η̣μ̣έν[ω]ν̣
κ[αὶ] συναρε̣σάντων μεταξ[ὺ \ἐ]μοῦ/ | καὶ σοῦ, χρ(υσοῦ) νο(μίσματα)
δεσπ(οτικὰ) δοκ(ίμου) Ϛ π̣(αρὰ) λϚ,
ζ(υγῷ) (κ̣α̣ὶ̣) σταθμ(ῷ) Ἀν̣τι(νόου). καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν
τῇ σ̣ῇ̣ | εὐγενείᾳ ὁ̣π̣ό̣τα̣ν̣ βουληθῇς, δ̣ίχα πάσης ἁγνωμοσύνης καὶ
ὑ̣περθέσεως, κι̣ν̣[δύνῳ] | κα̣ὶ̣ πόρῳ καὶ τιμήματι τῆς ἐμῆ̣ς̣ ὑποστάσε[ω]ς
γενικῶς καὶ ἰδικῶς. καὶ ὁμολο\γῶ/ | μηδὲν ἧττον πρόσεπι το̣ύ̣τοις διαθρέ̣ψαι
\σε/ γ̣ν̣ησίως καὶ ἐνδιδύ̣σκειν | καθ̣᾽ ὁ̣μοιότη̣τα πάντω̣ν τ̣ῶ̣ν̣ σ̣υ̣μ̣μετρίων
μου καὶ τ̣ὸν [πρ]οσ̣[όν]τ̣[α μο]ι̣ π̣ό̣ρ̣ο̣ν̣ κ̣α̣τ̣ὰ τὸν δύ̣να̣τ̣ο̣ν
τρόπον̣ | τῆς ἐμῆς μετριότητος, κ̣α̣ὶ ἐν μηδενὶ καταφρονῆσαί
σου̣ μ̣ή̣τε ἐκβαλεῖν σε ἐκ τοῦ ἐμο(ῦ)
συνοικεσί̣[ου] | [π]α̣ρ̣εκτὸς λόγου πορνείας καὶ αἰ\σ/χρᾶς πράξεως
καὶ σωματικῆς ἀταξίας ἀποδειχ\θ/ησομένης διὰ τριῶ<ν> | ἢ | [π]λ̣[έον
ἀ]ξιοπίστων ἀνδρῶν, παγανῶν ὄντων καὶ πολιτικῶν, ἐλευθέρων, καὶ μηδαμῶς
ἀποστῆνα̣ί̣ με τῆς σῆς | κ̣[ο]ί̣τ̣η̣ς̣, [μη]δ̣᾽ ἑ̣τ̣έρα̣ς [δραμεῖ]ν̣
[ἀ]τ̣α̣ξ̣ί̣α̣ς ἢ ἀσελγείας, μέντοι καὶ αὐτῆς τῆς σῆς κοσμιότητος ὑπακούσης
μο(υ) | κ̣[α]ὶ̣ φυλαττούσης μοι πᾶσαν εὔνοιαν καὶ εἰλικρινῆ στοργὴν
ἐν πᾶσι καλοῖς καὶ ὠφελίμοις ἔργοις τε καὶ λόγοι̣ς̣, | κ̣α̣[ὶ] ὑ̣[πο]τ̣αττομένης
μοι τρόποις ἅπασιν ἅτε δὴ ἀνήκει ἁπάσαις εὐγενεστάται̣ς̣ γυναιξὶν ἐνδείκνυσθαι
εἰς το̣ὺς | ἑαυτῶν εὐμοίρου\ς/ καὶ φιλ\αι/[τά]τους
ἄνδρα̣ς δί[χα ὕ]β̣ρ̣εως καὶ
ἁψικορίας καὶ οἵας δήποτε
καταφρον[ήσεως] | ἀλλ᾽ οἰκουρὰ̣ν διόλου εἶναι, καὶ φίλανδρον περὶ ἐ̣μ̣ὲ
γενέσθαι σε, ἀκολούθως τῇ παρ᾽ ἐμοῦ δειχθησομένῃ σ̣ο[ι] | ἀγαθῇ καὶ
σώφρονι προαιρ[έσ]ει |
v |
![]() |
|