DIVORTIUM
COMMUNI CONSENSU Contract of divorce between Fl. Kallinikos, notary, and Aur. Kyra ( AD 527-565 ) |
P. Cair. Masp. II, 67154 r ( Duke Data Bank of Documentary Papyri ). |
-- -- -- -- -- -- -- -- -- --
[τήνδε τὴν δια]λ̣[υ]τ̣[ικὴν
ἔγγραφον ὁμολογίαν, δύναμιν ἔχουσαν] | [κ]αὶ ῥεπουδίου, τίθενται καὶ
ποιοῦνται πρὸς ἀλλή[λους ἑκόντες] | καὶ πεπ[ει]σμένοι, ἐκ μὲν τοῦ ἑνὸς
μέρους Φ[λ(άυιος) Κ]α[λ]λί̣ν̣ι̣κ̣[ο]ς̣ | υἱὸς Κολλούθου, νοτάριος τὴν
τ̣[έ]χν̣η̣ν, [ἐκ δὲ] θ̣[ατέρ]ο̣(υ) [μέρους] | Αὐρηλία Κύρα
θυγάτηρ Μ̣ηνᾶ, μητρ̣ὸ̣ς̣ Μαρ̣ι̣ά̣μ̣,
ἀμφότεροι | ὁρμώμενοι ἀπὸ τῆς Ἀντι(νοέων), καὶ
ὁμολογοῦσιν ἀλλήλο̣ι̣ς̣ π̣ε[ρὶ] | τῶν ὑποτεταγμένων. ἐπειδὴ πρώην συνή̣[φ]θη̣[σαν]
| ἀλλήλοις πρὸς νόμιμον γάμον, τὰ νῦν δέ, δ̣ι[α]φ̣ορᾶς | αὐτῆς γενομένης
ἐκ σκαιοῦ δαίμονος ἐπιφθονή̣σαντο[ς] | τῷ κοινῷ αὐτῶν συνοικεσίῳ, ἀπεζύγη[σαν
τ]ῆς π̣ρὸς | ἀλλήλους συμβιώσεως· καὶ κατὰ τοῦτο εἰς ταύτην [ἐληλύθασιν]
| τὴν ἔγγρ̣α̣φο̣ν̣ διαλυτικὴν ὁμολογίαν, δύ[ναμιν ἔχουσα]ν | καὶ ῥεπουδίου,
δι᾽ ἧ̣[ς] ὁμο̣[λ]ογοῦ̣σιν καὶ ὁμολογ[εῖ] ἑ̣κ̣ά̣τ̣ε̣ρ̣[ον αὐτῶν] | μέρος
ἐσχηκέναι καὶ ἀπειλη̣φ̣έναι ἐκ πλήρους πάντα τὰ [εἰσ-]|ενεχθέντα παρ᾽
αὐτῶν κατὰ τὸν καιρὸν τῆς αὐτῶν συναφείας, | ἀπὸ πολυτελοῦς μέχρι εὐτελοῦς
εἴδους καὶ ἀσσαρίου ἑνός , | τοῦ δὲ λοιποῦ μηδένα λόγον ἔχειν μ[ή]τ̣ε
ἕξειν ἑκάτερον μέρος | πρὸς τὸ ἕτερον μὴ περὶ ἕδνων μὴ περὶ πρ̣οικὸς
μὴ περὶ ἀναλωμά̣[των] | γ̣ά̣μων μὴ περὶ σκευῶν ἢ εἰδῶν, μὴ περὶ ἄλλου
οἵο̣υ δήπο[τε] | πράγματος ἀνήκοντος τῷ κο[ιν]ῷ αὐ[τ]ῶν συνοικεσίῳ |
τὸ σύνολον, μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, νοηθέντος | ἢ μὴ νοηθέντος,
ε̣ἰ̣ς̣ νοῦν ἐλθόντος ἢ μὴ̣ ἐλθόν̣[το]ς, ἐνταγέντος | ἐν ταύτῃ τῇ διαλύσει
ἢ μὴ ἐντα̣γ̣έντο̣[ς], ἀλ̣[λὰ] κ̣α̣ὶ̣ ἐ̣ξεῖ̣[να]ι̣ | ἑκατέρῳ μέρει ἑτέρῳ
γάμῳ προσωμιλεῖν εἰ βουληθείη ἀκωλύτως | καὶ ἀνεμποδίστως. περὶ δὲ Ἀναστασίου
τοῦ τεχθέντος | ἐκ τοῦ κοινοῦ αὐτῶν συνοικεσίου, ἔδοξεν αὐτὸν εἶναι
ἀνὰ μέσον | ἀμφοτέρων. καὶ ὅτι πάντα τὰ προγεγραμμένα φυλάξωσιν | βέβαια
διὰ παντός, ἐπωμόσαντο τὴν ἁγίαν καὶ ὁμοούσιον | Τριάδα καὶ τὴν νίκην
καὶ διαμονὴν τοῦ καλλινίκο(υ) | ἡμῶν δεσπότου Φλ(αυίου) Ἰουστινιανο(ῦ)
τοῦ αἰωνίου Αὐγούστου Αὐτο-|κράτορος, καὶ μετὰ τὸν ὅρκον αὖθις ὡμολόγησεν
ἐμμένειν | διηνεκῶς ταύτῃ τῇ διαλύσει καὶ μὴ παραβῆναι τὸ σύνολον, |
τοῦ παραβαίνοντος μέρους παρέχοντος τῷ ἐμμένοντι | μέρει, λόγῳ προστίμου,
χρυσοῦ νομισμάτια τριάκοντα ἓξ | ἔργῳ ἀπαιτούμενα, μετὰ τοῦ καὶ οὕτως
ἐρρῶσθαι ταύτην | τὴν διάλυσιν διὰ παντός, ἥνπερ ἔθεντο ἀλλήλοις | πρὸς
ἀσφάλειαν, κυρίαν οὖσαν καὶ βεβαίαν. καὶ εἰς πάντα | ἐπερ(ωτηθέντες)
ὡμολ(όγησαν), ὑποθέμενοι ἀλλήλοις ἐπὶ τούτοις πάντα | τὰ νῦν ὄντα καὶ
ἐσόμενα ὐτοῖς πράγματα ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() |
|