DIVORTIUM Contract of divorce ( AD 569-570 ? ) |
P. Cair. Masp. III, 67311 ( Duke Data Bank of Documentary Papyri ). |
-- -- -- -- -- -- -- -- -- --
| [τρίτη]ς ἰνδικ(τίονος)
ἐ̣[ν Ἀντι(ν)ό(ου) πόλει τῇ λαμπρο(τάτῃ)] | [
ταύτ]η̣ν τίθεντ̣[αι καὶ ποιοῦνται πρὸς ἀλλήλους ἑκόντες τὴν] | [ἔγγρ]αφον
δισσὴ̣ν [ὁμότυπον ὁμολογίαν, δύναμιν ἔχουσαν ῥεπουδίου] | [καὶ ἁπ]ο̣ζ̣[υ]γ̣ῆ̣ς
κα̣ὶ δι̣[αλύσεως, - ca. ? - ἐκ μὲν
το(ῦ) ἑνὸς] | μ[έ]ρ̣[ους Α]ὐ̣ρ̣ηλία̣ Λ [ - ca. ? - θυγάτηρ
τοῦ τῆς εὐλαβοῦς μνήμης - ca. ? - ] ,
| ἐ̣κ μητ̣ρ̣ὸς Τ[εκ]ύ̣σιας, μ[ετὰ συνεστῶτος ἐμοῦ - ca. ? - ]
| παρόντ̣ο̣ς̣ [καὶ] συνευδο[κοῦντος αὐτῇ ἐν ταύτῃ τῇ διαλυτικῇ ὁμολογίᾳ]
| ὡ̣ς ἑξῆ̣ς̣ δ̣[η]λ̣ο(ῦ)ται, ἐκ
δ̣[ὲ θατέρου μέρους Αὐρήλιος - ca. ? - υἱὸς]
| [...]α̣μ̣μ̣ωνος, ἐκ μητρ[ὸς - ca. ? -
ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς] | Ἀντινοέων πόλ̣ε(ως), ἀλλή[λοις δὲ ὁμολογοῦσιν
τὰ ἐφεξῆς ἐπὶ λέξεως] | οὕτως. πρώην συνήφ̣[θη]μ̣εν̣ ἀ̣λλήλ[οις ἐπ]ὶ
γάμο(υ) ν[ο]μ̣ίμο(υ) καὶ κοινο(ῦ) | βίο(υ) συνοικεσίο(υ) ἁρμονίαν τε
κ̣[αὶ κ]ο̣ι̣ν̣[ων]ίαν, ἐπ[ὶ χρη]σταῖς ἐλπίσι καὶ γνησίων | τέκνων ἀγαθῇ
σπορᾷ, οἰόμενοι [ἐ]κτελέσαι μετ᾽ ἀλλήλων εἰρηνικὸν | σεμνὸν συνοικέσιον
ἐφ᾽ ὅλον τὸν τ̣ῆς ἐξάμφοιν ζωῆς χρόνον· ἔκ τε τῶν | ἐναντίων οὐκ’ ἴσμεν
πόθεν παρὰ π[ρ]οσδοκί̣αν πεπόνθαμεν ἐκ σκαιοῦ | πονηρο(ῦ) δαίμονος ἐπεμβρίσαντ[ος]
ἡμᾶς το(ῦ) ἀπ᾽ ἀλλήλων χωρισθῆναι | τοῦ αὐτο(ῦ) κοινο(ῦ) συνοικεσίο(υ),
κατὰ τ̣[ο(ύ)τ]ο(υ) εἰς τὴν παρο(ῦ)σαν ἔγγραφον πρὸς | ἀλλήλο(υ)ς ἀποζυγὴν
ἐληλ[ύ]θαμεν, δ̣[ι᾽ ἧ]ς ὁμολο[γ]ο(ῦ)ντες μηδένα τοῦ λοιποῦ \λόγον/ ἔχειν
| πρὸς ἀλλήλο(υ)ς μήτε ἕξειν, ἀπὸ το(ῦ) νῦν
[ἐ]πὶ τὸν παντελῆ χρόνον, διὰ τὸ
ἡμᾶς | ἀπεντεῦθεν ἤδη διαλελῦσθαι καὶ [ἀπ]ηλλάχθαι πρὸς
ἀλλήλο(υ)ς τὸ καθάπαξ, | περί τε γάμο(υ) συναφείας καὶ ἀναλώμ̣[(ατος)]
τούτου καὶ προικὸς καὶ γαμικῶν | ἕδνων καὶ σκευῶν συνεισηνεγμένων ἀλλήλ̣οις
παρ᾽ ἀλλήλων, καὶ πεπλ̣ηρῶσ\[θαι]/ | τούτων ἁπάντων. καὶ ἐξέσται ἑκατέρ[ῳ]
μ̣έρει ἡμῶν ἑτέρῳ γάμῳ ὁμιλῆσαι | ἀκωλύτως καὶ ἀνεγκλήτως̣ ἐπάνα̣[γκ]ες.
καὶ ε̣ἰ̣ β̣ουληθείη τις ἐξ ἡμῶν πώ-|ποτε ἐνάξαι τῷ ἑτέρῳ περὶ οἵου δήπο[τε]
πράγματος ἐγγράφο(υ) ἢ ἀγράφο(υ), | ἀκρίτου ἢ κεκριμμένο ἐν δικαστηρίῳ̣
[οἵ]ῳ δήπ[ο]τε ἢ ἐκτὸς δικαστηρίο(υ) | μικροῦ ἢ μεγάλου, ἐπιχωρίου̣
ἢ ὑπερο[ρ]ίου, παρέξει ὁ μὴ ἐμμένων τῷ ἐμμένον\τι/ | μέρει χρυσο(ῦ)
νομίσμα(τα) ἓξ ε[ὔστ]αθμ(α), [μ]ετὰ κ(αὶ) τ[ο(ῦ)] αὐτὸν ἄκοντα ἐμμεῖναι
πᾶσι | τοῖς ἐγγεγραμ(μένοις) συμφώνοις τῇ π[αρ]ο(ύ)σῃ ἀ[ποζ]υγῇ, ἧς
[τ]ὸ γράμμα κύριον ἔσται | βέβαιον πανταχο(ῦ) προφερόμ(ενον), μεθ᾽ ὑ[πο]γραφ(ῆς)
τ[ο(ῦ)] ὑπ(ὲρ) ἡμῶν ὑπογράφ(οντος) καὶ μαρτύρ(ων), | παρ᾽ ὧν ἐρωτηθέν[τ(ες)]
ὡμολογήσα[μ]εν. ((tachygraphic-marks)) | †
|
|